previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[76] Σύλλας δ᾽ ἐπείξει τῆς ἐπὶ τοὺς ἐχθροὺς ἐπανόδου τὰ ἐς Μιθριδάτην πάντ᾽ ἐπιταχύνας, ὥς μοι προείρηται, καὶ ἔτεσιν οὐδ᾽ ὅλοις τρισὶν ἑκκαίδεκα μὲν ἀνδρῶν μυριάδας κατακανών, τὴν δὲ Ἑλλάδα καὶ Μακεδονίαν καὶ Ἰωνίαν καὶ Ἀσίαν καὶ ἄλλα ἔθνη πολλά, ὅσα Μιθριδάτης προειλήφει, ἐς Ῥωμαίους ἀναλαβὼν αὐτόν τε τὸν βασιλέα τὰς ναῦς ἀφελόμενος καὶ ἐς μόνην τὴν πατρῴαν ἀρχὴν ἐκ τοσῶνδε κατακλείσας, ἐπανῄει στρατὸν ἄγων εὔνουν οἱ καὶ γεγυμνασμένον καὶ πολὺν καὶ τοῖς γεγονόσιν ἐπηρμένον. ἦγε δὲ καὶ νεῶν πλῆθος καὶ χρήματα καὶ παρασκευὴν ἐς ἅπαντα ἀξιόλογον, καὶ τοῖς ἐχθροῖς ἦν ἐπίφοβος, ὥστε δειμαίνοντες αὐτὸν τε Κάρβων καὶ Κίννας ἐς ὅλην τὴν Ἰταλιαν τινὰς περιέπεμπον, χρήματα καὶ στρατιὰν καὶ σῖτον αὐτοῖς ἀθροίζειν, τούς τε δυνατοὺς συνουσίαις ἀνελάμβανον καὶ τῶν πόλεων ἠρέθιζον μάλιστα τὰς νεοπολιτίδας, ὡς δι᾽ αὐτὰς ὄντες ἐν τοσῷδε κινδύνου. τάς τε ναῦς ἐπεσκεύαζον ἀθρόως καὶ τὰς ἐν Σικελίᾳ μετεκάλουν καὶ τὴν παράλιον ἐφύλασσον καὶ οὐδὲν ὀξείας οὐδὲ οἵδε παρασκευῆς μετὰ δέους ἅμα καὶ σπουδῆς ἐξέλιπον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: