previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[72] Γάιος μὲν δὴ Ἰούλιος καὶ Λεύκιος Ἰούλιος, δύο ἀλλήλοιν ἀδελφώ, καὶ Ἀτιλίος Σερρανὸς καὶ Πούπλιος Λέντλος καὶ Γάιος Νεμετώριος καὶ Μᾶρκος Βαίβιος ἐν ὁδῷ καταληφθέντες ἀνῃρέθησαν, Κράσσος δὲ μετὰ τοῦ παιδὸς διωκόμενος τὸν μὲν υἱὸν ἔφθασε προανελεῖν, αὐτὸς δ᾽ ὑπὸ τῶν διωκόντων ἐπανῃρέθη. τὸν δὲ ῥήτορα Μᾶρκον Ἀντώνιον ἔς τι χωρίον ἐκφυγόντα γεωργὸς ἐπικρύπτων καὶ ξενίζων ἐς πανδοκεῖον ἔπεμψε τὸν θεράποντα σπουδαιότερον τοῦ συνήθους οἶνον πρίασθαι: καὶ τοῦ καπήλου, τί δὴ σπουδαιότερον αἰτοίη, πυθομένου, μὲν θεράπων ἐψιθύρισε τὴν αἰτίαν καὶ πριάμενος ἐπανῆλθεν, δὲ κάπηλος αὐτίκα ἔθει Μαρίῳ τοῦτο δηλώσων, καὶ Μάριος, ἐπείτε ἤκουσεν, ὑφ᾽ ἡδονῆς ἀνέδραμεν ὡς αὐτὸς ὁρμήσων ἐπὶ τὸ ἔργον. ἐπισχόντων δ᾽ αὐτὸν τῶν φίλων χιλίαρχος ἀποσταλεὶς στρατιώτας ἐς τὸ οἴκημα ἀνέπεμψεν, οὓς Ἀντώνιος ἡδὺς ὢν εἰπεῖν κατεκήλει λόγοις μακροῖς, οἰκτιζόμενός τε καὶ πολλὰ καὶ ποικίλα διεξιών, ἕως χιλίαρχος ἀπορῶν ἐπὶ τῷ γιγνομένῳ αὐτὸς ἀνέδραμεν ἐς τὸ οἴκημα καὶ τοὺς στρατιώτας εὑρὼν ἀκροωμένους ἔκτεινε τὸν Ἀντώνιον ῥητορεύοντα ἔτι καὶ τὴν κεφαλὴν ἔπεμψε τῷ Μαρίῳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: