previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


[112] καὶ τότε μάλιστα πολλοὶ Σερτωρίου πρὸς τὸν Μέτελλον ηὐτομόλουν, ἐφ᾽ χαλεπαίνων Σερτώριος ἀγρίως καὶ βαρβαρικῶς ἐλυμαίνετο πολλοῖς καὶ διὰ μίσους ἐγίγνετο. μᾶλλον δ᾽ αὐτὸν στρατὸς ἐν αἰτίαις εἶχεν, ἐπεὶ καὶ δορυφόρους ἀντ᾽ αὐτῶν ἐπήγετο πανταχοῦ Κελτίβηρας καὶ τὴν φυλακὴν τοῦ σώματος, Ῥωμαίους ἀπελάσας, τοῖσδε ἀντ᾽ ἐκείνων ἐπέτρεπεν. οὐ γὰρ ἔφερον ἐς ἀπιστίαν ὀνειδιζόμενοι, εἰ καὶ πολεμίῳ Ῥωμαίων ἐστρατεύοντο: ἀλλ᾽ αὐτὸ δὴ τοῦτο καὶ μάλιστα ὑπέδακνεν αὐτούς, τὸ ἀπίστους ἐς τὴν πατρίδα διὰ τὸν Σερτώριον γενομένους ἀπιστεῖσθαι καὶ πρὸς αὐτοῦ, οὐδ᾽ ἠξίουν διὰ τοὺς αὐτομολήσαντας οἱ παραμένοντες κατεγνῶσθαι. πολλὰ δὲ καὶ οἱ Κελτίβηρες αὐτοῖς, ἀφορμῆς λαβόμενοι, ἐνύβριζον ὡς ἀπιστουμένοις. οἱ δ᾽ οὐ τελέως ὅμως τὸν Σερτώριον ἀπεστρέφοντο διὰ τὰς χρείας: οὐ γὰρ ἦν τότε τοῦ ἀνδρὸς οὔτε πολεμικώτερος ἄλλος οὔτ᾽ ἐπιτυχέστερος. ὅθεν αὐτὸν καὶ οἱ Κελτίβηρες διὰ τὴν ταχυεργίαν ἐκάλουν Ἀννίβαν, ὃν θρασύτατόν τε καὶ ἀπατηλότατον στρατηγὸν παρὰ σφίσιν ἐδόκουν γενέσθαι. μὲν δὴ στρατὸς ὧδε εἶχε Σερτωρίῳ, πόλεις δ᾽ αὐτοῦ πολλὰς επέτρεχον οἱ περὶ τὸν Μέτελλον καὶ τοὺς ἄνδρας ἐς τὰ ὑπήκοα σφίσι μετῆγον. Παλαντίαν δὲ Πομπηίου περικαθημένου καὶ τὰ τείχη ξύλων κορμοῖς ὑποκρεμάσαντος, ἐπιφανεὶς Σερτώριος τὴν μὲν πολιορκίαν ἐξέλυσε, τὰ τείχη δ᾽ ἔφθασεν ὑποκαύσας Πομπήιος καὶ ἐς Μέτελλον ἀνεχώρει. Σερτώριος δὲ καὶ τὰ πεσόντα ἤγειρε, καὶ τοῖς περί τι χωρίον Καλάγυρον στρατοπεδεύουσιν ἐπιδραμὼν ἔκτεινε τρισχιλίους. καὶ τάδε ἦν καὶ τοῦδε τοῦ ἔτους ἐν Ιβηρίᾳ.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: