previous

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[30] Μυσοὺς δὲ Μᾶρκος μὲν Λεύκολλος, ἀδελφὸς Λικινίου Λευκόλλου τοῦ Μιθριδάτῃ πολεμήσαντος, κατέδραμε, καὶ ἐς τὸν ποταμὸν ἐμβαλών, ἔνθα εἰσὶν Ἑλληνίδες ἓξ πόλεις Μυσοῖς πάροικοι, Ἴστρος τε καὶ Διονυσόπολις καὶ Ὀδησσὸς καὶ Μεσημβρία, καὶ Καλλατίς, καὶ Ἀπολλωνία: ἐξ ἧς ἐς Ῥώμην μετήνεγκε τὸν μέγαν Ἀπόλλωνα τὸν ἀνακείμενον ἐν τῷ Παλατίῳ. καὶ πλεῖον οὐδὲν ηὗρον ἐπὶ τῆς Ῥωμαίων δημοκρατίας ἐς Μυσοὺς γενόμενον, οὐδ᾽ ἐς φόρου ὑπαχθέντας οὐδ᾽ ἐπὶ τοῦ Σεβαστοῦ: ὑπήχθησαν δὲ ὑπὸ Τιβέριου τοῦ μετὰ τὸν Σεβαστὸν τοῖς Ῥωμαίοις αὐτοκράτορος γενομένου. ἀλλά μοι τὰ μὲν πρὸ ἁλώσεως Αἰγύπτου πάντα ὑπὸ νεύματι τοῦ δήμου γενόμενα ἐφ᾽ ἑαυτῶν συγγέγραπται, δὲ μετ᾽ Αἴγυπτον οἱ αὐτοκράτορες οἵδε ἐκρατύναντο προσέλαβον, ὡς ἴδια αὐτῶν ἔργα, μετὰ τὰ κοινὰ εἴρηται: ἔνθα καὶ περὶ Μυσῶν ἐρῶ πλέονα. νῦν δ᾽, ἐπεὶ τοὺς Μυσούς τε οἱ Ῥωμαῖοι τῆς Ἰλλυρίδος ἡγοῦνται, καὶ τὸ σύγγραμμά μοι τοῦτο Ἰλλυρικόν ἐστιν, ὡς ἂν εἴη τὸ σύγγραμμα ἐντελές, ἐδόκει προειπεῖν ὅτι καὶ Μυσοὺς Λεύκολλός τε τῷ δήμῳ στρατηγῶν ἐπέδραμε καὶ Τιβέριος εἷλε κατὰ τὴν μόναρχον ἐξουσίαν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (2 total)
  • Cross-references to this page (2):
    • Dictionary of Greek and Roman Geography (1854), ODESSUS
    • Smith's Bio, Lucullus
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: