previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[119] δὲ Σκιπίων τὸν μὲν χάρακα τῶν ἐχθρῶν, ὃν τῇ προτέρᾳ κατελελοίπεσαν ἐς τὸ ἄστυ φεύγοντες, ἐνέπρησεν, ὅλου δὲ τοῦ ἰσθμοῦ κρατῶν διετάφρευεν αὐτὸν ἐκ θαλάσσης ἐπὶ θάλασσαν, ἀπέχων τῶν πολεμίων ὅσον ὁρμὴν βέλους. οἱ δὲ ἐπέκειντο, καὶ ἦν αὐτῷ ἔργον ἐπὶ σταδίους τοῦ μετώπου πέντε καὶ εἴκοσιν ἐργαζομένῳ τε ὁμοῦ καὶ μαχομένῳ. ὡς δὲ αὐτῷ τοῦτ᾽ ἐξετετέλεστο, ἑτέραν ὤρυσσε τάφρον ἴσην, οὐ πολὺ τῆς προτέρας διασχών, ἐς τὴν ἤπειρον ἀφορῶσαν. δύο τε ἐπικαρσίας αὐταῖς ἑτέρας περιθεὶς ὡς γενέσθαι τὸ ὅλον ὄρυγμα τετράγωνον, ἐσταύρωσε πάντα ξύλοις ὀξέσιν. καὶ ἐπὶ τοῖς σταυροῖς τὰς μὲν ἄλλας τάφρους ἐχαράκωσε, τῇ δ᾽ ἐς τὴν Καρχηδόνα ὁρώσῃ καὶ τεῖχος παρῳκοδόμησεν ἐπὶ τοὺς πέντε καὶ εἴκοσι σταδίους, ὕψος μὲν δυώδεκα ποδῶν χωρὶς ἐπάλξεών τε καὶ πύργων, οἳ ἐκ διαστήματος ἐπέκειντο τῷ τείχει, τὸ δὲ βάθος ἐφ᾽ ἥμισυ μάλιστα τοῦ ὕψους. δ᾽ ἐν μέσῳ πύργος ὑψηλότατός τε ἦν, καὶ ἐπ᾽ αὐτοῦ ξύλινος ἐπέκειτο τετρώροφος, ὅθεν καθεώρα τὰ γιγνόμενα ἐν τῇ πόλει. ταῦτα δ᾽ ἡμέραις εἴκοσι καὶ νυξὶν ἐργασάμενος ὅλῳ τῷ στρατῷ πονοῦντι, καὶ παραλλὰξ ἐργαζομένῳ τε καὶ πολεμοῦντι καὶ σῖτον ὕπνον αἱρουμένῳ, τὴν στρατιὰν ἐσήγαγεν ἐς τόδε τὸ χαράκωμα.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: