previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[75] οἱ μὲν δὴ φόβου καὶ ἀπορίας ἦσαν ἐν τούτῳ, Ἰτύκη δέ, Λιβύης μεγίστη μετὰ Καρχηδόνα πόλις, λιμένας τε ἔχουσα εὐόρμους καὶ στρατοπέδων καταγωγὰς δαψιλεῖς, ἑξήκοντα σταδίους ἀπὸ Καρχηδόνος ἀφεστῶσα καὶ καλῶς ἐς πόλεμον αὐτοῖς ἐπικειμένη, τὰ Καρχηδονίων ἄρα καὶ αὕτη τότε ἀπογνοῦσα καὶ τὸ πάλαι μῖσος ἐς αὐτοὺς ἐκφέρουσα ἐν καιρῷ, πρέσβεις ἐς Ῥώμην ἔπεμψεν, οἳ τὴν Ἰτύκην Π̔ωμαίοις ἐπέτρεπον. δὲ βουλὴ καὶ τέως ἐς τὸν πολεμον ὁρμῶσά τε καὶ παρασκευαζομένη, πόλεως ὀχυρᾶς οὕτω καὶ ἐπικαίρου προσγενομένης ἐξέφηνέ τε τὴν γνώμην, καὶ ἐς τὸ Καπιτώλιον, οὗπερ εἰώθασι περὶ πολέμου σκοπεῖν, συνελθοῦσα ἐψηφίσατο Καρχηδονίοις πολεμεῖν. στρατηγούς τε τοὺς ὑπάτους αὐτίκα ἐξέπεμπον, ἐπὶ μὲν τοῦ πεζοῦ Μάνιον Μανίλιον, ἐπὶ δὲ τοῦ στόλου Λεύκιον Μάρκιον Κηνσωρῖνον, οἷς ἐν ἀπορρήτῳ ἐλέλεκτο μὴ ἀνασχεῖν τοῦ πολέμου πρὶν Καρχηδόνα κατασκάψαι. οἱ μὲν δὴ θύσαντες ἐς Σικελίαν ἔπλεον ὡς ἐκεῖθεν ἐς τὴν Ἰτύκην διαβαλοῦντες, ναυσὶ δ᾽ ἐφέροντο πεντήκοντα μὲν πεντήρεσιν, ἑκατὸν δ᾽ ἡμιολίαις, ἀφράκτοις δὲ καὶ κερκούροις καὶ στρογγύλοις πολλοῖς. καὶ στρατὸν ἦγον ὀκτακισμυρίους πεζοὺς καὶ ἱππέας ἐς τετρακισχιλίους, ἀρίστους ἅπαντας: ὡς γὰρ ἐς ἐπιφανῆ στρατείαν καὶ προῦπτον ἐλπίδα πᾶς τις ἀστῶν καὶ συμμάχων ὥρμα, καὶ πολλοὶ καὶ ἐθελονταὶ παρήγγελλον ἐς τὸν κατάλογον.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: