[30]
καὶ αὐτῷ καταγομένῳ οἱ πρέσβεις τῶν Καρχηδονίων, ἔτι ὄντες παρὰ τῷ Σύφακι, ναυσὶν αἷς εἶχον μακραῖς ἐπανήγοντο, λαθόντες τὸν Σύφακα. ἀλλ᾽ ὁ μὲν ἱστίῳ χρώμενος παρέπλευσεν αὐτοὺς ἀδεῶς καὶ κατήχθη, ὁ δὲ Σύφαξ ἐξένιζεν ἀμφοτέρους, καὶ τῷ Σκιπίωνι συνθέμενος ἰδίᾳ καὶ πίστεις παρασχὼν ἀπέπεμπε, καὶ τοὺς Καρχηδονίους ἐφεδρεύοντας αὖθις αὐτῷ κατεῖχεν, ἕως ἐν βεβαίῳ τῆς θαλάσσης γένοιτο ὁ Σκιπίων. παρὰ μὲν δὴ τοσοῦτον ἦλθε κινδύνου Σκιπίων, καταγόμενός τε καὶ πλέων: λέγεται δ᾽ ἐν Σύφακος ἑστιώμενος συγκατακλιθῆναι τῷ Ἀσδρούβᾳ, καὶ αὐτὸν ὁ Ἀσδρούβας περὶ πολλῶν ἐρόμενος καταπλαγῆναι τῆς σεμνότητος, καὶ πρὸς τοὺς φίλους εἰπεῖν ὅτι μὴ μόνον πολεμῶν οὗτος ὁ ἀνὴρ ἀλλὰ καὶ ἑστιώμενος φοβερὸς εἴη.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.