[3]
Ἄδραστος δὲ συναθροίσας στρατὸν σὺν ἡγεμόσιν ἑπτὰ πολεμεῖν ἔσπευδε Θήβας. οἱ δὲ ἡγεμόνες ἦσαν οἵδε: Ἄδραστος Ταλαοῦ, Ἀμφιάραος Ὀικλέους, Καπανεὺς Ἱππονόου, Ἱππομέδων Ἀριστομάχου, οἱ δὲ λέγουσι Ταλαοῦ. οὗτοι μὲν ἐξ Ἄργους, Πολυνείκης δὲ Οἰδίποδος ἐκ Θηβῶν, Τυδεὺς Οἰνέως Αἰτωλός, Παρθενοπαῖος Μελανίωνος Ἀρκάς. τινὲς δὲ Τυδέα μὲν καὶ Πολυνείκην οὐ καταριθμοῦσι, συγκαταλέγουσι δὲ τοῖς ἑπτὰ Ἐτέοκλον Ἴφιος καὶ Μηκιστέα.
This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.