Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐντεῦθεν, ὦ παῖ: ἐοίκαμεν γὰρ ἀντὶ περιστερᾶς ἔχειν φάτταν, ὑπὲρ οἰκίας εὑρόντες πανδοκεῖον.᾿ Λόγος τις διεφοίτα λέγων τοὺς Σωκράτους λόγους ἐοικέναι τοῖς Παύσωνος γράμμασι. καὶ γάρ τοι καὶ Παύσωνα τὸν ζωγράφον ἐκλαβόντα παρά τινος γράψαι ἵππον καλινδούμενον, τὸν δὲ γράψαι τρέχοντα. ἀγανακτοῦντος οὖν τοῦ τὸ πινάκιον ἐκδόντος ὡς παρὰ τὰς ὁμολογίας γράψαντος, ἀποκρίνασθαι τὸν ζωγράφον ὅτι ῾στρέψον τὸ πινάκιον καὶ καλινδούμενος ἔσται σοι ὁ τρέχων.᾿ καὶ τὸν Σωκράτην μὴ σαφῶς διαλέγεσθαι. εἰ γοῦν τις αὐτοὺς στρέψειεν, ὀρθότατα ἔχειν. οὐκ ἐβούλετο δὲ ἄρα ἀπεχθάνεσθαι τούτοις, πρὸς οὓς διελέγετο, καὶ διὰ τοῦτο αἰνιγματώδεις αὐτοὺς παρείχετο καὶ πλαγίους.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.