Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οἱ μυούμενοι τοῖν Θεοῖν οὐκ ἂν πάσαιντο γαλεοῦ φασιν: οὐ γὰρ αὐτὸν εἶναι καθαρὸν ὄψον, ἐπεὶ τῷ [p. 242] στόματι τίκτει. οὐ τίκτειν δὲ αὐτὸν ἔνιοι λέγουσιν, ἀλλὰ δείσαντά τι τῶν ἐπιβουλευόντων τὰ σκυλάκια καταπίνειν καὶ ἀποκρύπτειν, εἶτα τοῦ φοβήσαντος παραδραμόντος ζῶντα αὖθις ἀνεμεῖν. τῆς δὲ τρίγλης οὐκ ἂν γεύσαιντο οἱ αὐτοὶ μύσται, οὐδὲ μὴν ἡ τῆς Ἥρας τῆς ἐν Ἄργει ἱέρεια: καὶ τάς γε αἰτίας ἄνω που εἰπὼν οἶδα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.