Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τῷ Τηίῳ ταῦτα ἀπήντησεν ὅσα προεῖπον. γένος καρκίνων ἔστι, καὶ πηλαῖοι ὄνομα αὐτοῖς. [p. 190] τῶν μὲν οὖν ἄλλων ἰδεῖν εἰσι λευκότεροι, τίκτονται δὲ ἐν τῷ πηλῷ. δείσαντες δὲ οὗτοι καὶ πέτονται: ἔχουσι γὰρ πτερύγια μικρά, ἅπερ οὖν αὐτοὺς ἡσυχῆ μετεωρίζει τε καὶ ἐλαφρίζει. βαδίζοντες μὲν οὖν ἥκιστα τούτων δέονται, φοβηθέντες δὲ ἔχουσί τινα ἐπικουρίαν οὐ πάνυ τι καρτεράν: ἁλίσκονται γὰρ οὔτε ὑψηλοὶ πετόμενοι, οὔτε μὴν μετεωροπορεῖν οἷοί τε ὄντες. τούτους τοι τοὺς καρκίνους ἐσθίουσί τινες: φασὶ δὲ καὶ ἰσχίου πόνῳ ἀγαθὸν εἶναι, εἴ τις φάγοι ἀλγῶν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.