previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἷα δὲ ἄρα σοφίσματα καὶ τοῖς σκορπίοις φύσις ἔοικε δοῦναι καὶ τοῖσδε ἴδια. οἱ Λίβυες τὸ πλῆθος αὐτῶν ὑφορώμενοι καὶ τὰ τεχνάσματα μηχανὰς αὐτοῖς μυρίας ἀντεπινοοῦσι κοῖλα ὑποδήματα φοροῦντες καὶ ὑψηλοὶ καὶ μετέωροι καθεύδοντες καὶ τῶν τοίχων ἀναστέλλοντες τὰς κειρίας καὶ τῶν κλινῶν τοὺς πόδας ἐς ὑδρίας ὕδατος πεπληρωμένας ἐντιθέντες, καὶ οἴονται τὸ λοιπὸν ἐν ἀδείᾳ τε καὶ εἰρήνῃ καθεύδειν πολλῇ. οἳ δὲ ὁποῖα παλαμῶνται. σκορπίος εἰ λάβοιτο ὁπόθεν ἑαυτὸν ἐξαρτήσει κατὰ τοῦ ὀρόφου, ἔχεται τούτου ταῖς χηλαῖς καὶ μάλα ἐγκρατῶς καὶ καθῆκε τὸ κέντρον. οὐκοῦν δεύτερος κάτεισιν ἐκ τῆς στέγης, καὶ διὰ τοῦ πρώτου καθέρπει, καὶ τοῦ κέντρου τοῦ ἐκείνου ἔχεται καὶ αὐτὸς ταῖς χηλαῖς, καὶ τό γε ἑαυτοῦ μετέωρον εἴασε κέντρον: καὶ τρίτος ἐκεῖθεν ἔχεται, καὶ τέταρτος ἐκ τοῦ τρίτου, καὶ πέμπτος κατὰ στοῖχον, καὶ οἱ ἐπ᾽ ἐκείνοις διὰ τῶν πρώτων καθέρποντες. εἶτα τελευταῖος ἔπαισε τὸν καθεύδοντα καὶ διὰ τῶν ἀνωτέρω ἀνέρπει, καὶ μετ᾽ ἐκεῖνον καὶ κάτωθεν τρίτος καὶ οἱ λοιποί, ἔστε οἱ πάντες ἀλλήλων ἀπελύθησαν οἷα δήπου λύσαντες ἅλυσιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: