previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


σιωπῶσαν τρωξαλλίδα, ἁλκυόνας τε ἐπὶ τούτοις καὶ ψιττακούς: τῶν δὲ ἐνύδρων ὀλολυγὼν οὐ σιωπᾷ. φθέγγεται δὲ αὐτῶν τὰ μὲν γοερὰ καὶ θηλύφωνα, τὰ δὲ ὄρθια καὶ διάτορα: καὶ τὰ μὲν ἀπὸ τῶν κλάδων ἐπὶ τοὺς κλάδους μεταθέοντα ᾄδει, ὥσπερ οὖν οἴκους ἐξ οἴκων ἀμείβοντα, τὰ δὲ ἐν τοῖς λειμῶσι κατᾴδει, οἱονεὶ πανηγυρίζοντα, καὶ βίον ὡς ἂν εἴποις ἀνθηρὸν καὶ ἁβρὸν διαιτώμενα τὴν ἦρος ἐπιδημίαν μελῳδίαις ἔγωγ᾽ ἂν φαίην εὐφημεῖ. κύκνων δὲ πέρι καὶ ὅτου θεῶν θεράποντές εἰσιν ἀνωτέρω εἶπον. κίττα δ᾽ οὖν καὶ τῶν ἄλλων φωνημάτων μιμηλότατόν ἐστι, τοῦ δὲ ἀνθρωπικοῦ πλέον. ἰδιάξει δὲ ταῖς μιμήσεσι τῶν τοιούτων τε ἄνθος καλούμενος [p. 148] καὶ σάλπιγξ καὶ ἴυγξ καὶ κόραξ. καὶ μὲν ἄνθος ὑποκρίνεται χρεμέτισμα ἵππου, τὴν σάλπιγγα δὲ ὁμώνυμος, καὶ τὸν πλάγιον ἴυγξ αὐλόν: βούλεται δὲ τῶν ὄμβρων μιμεῖσθαι τὰς σταγόνας κόραξ. σκορπίων μὲν ἄρρην ἐστὶ χαλεπώτατος, δὲ θῆλυς δοκεῖ πραότερος. ἀκούω δὲ αὐτῶν λευκὸν εἶναι καὶ αὖ πάλιν πυρρόν τινα, καὶ καπνώδη ἄλλον καὶ μέλανα ἐπὶ τούτοις: πέπυσμαι δὲ καὶ χλωρὸν καὶ γαστρώδη τινά καὶ καρκινώδη ἄλλον: τόν γε μὴν χαλεπώτατον φλογώδη ᾄδουσι. παρείληφα δὲ ἄρα φήμῃ καὶ πτερωτοὺς καὶ δικέντρους τινάς: καί που ἑπτὰ ἔχων σφονδύλους ὤφθη τις. σκορπίος δὲ οὐκ ᾠὰ ἀλλὰ ζῷα ἀποτίκτει. χρὴ δὲ εἰδέναι ὅτι καί φασί τινες οὐκ ἐκ τῆς πρὸς ἀλλήλους ὁμιλίας γίνεσθαι τὴν ἐπιγονὴν τοῖς ζῴοις τοῖσδε, ἀλλ᾽ ἐς τὰ καύματα ἄγαν τίκτειν σκορπίους. ἐγχρίσας δὲ ἕκαστος αὐτῶν τὸ κέντρον ὁποῖα ἐργάζεται καὶ ἀναιρεῖ τίνα τρόπον ἀλλαχόθεν εἴσεσθε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: