Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ ἔλαφος, ὡς ἀκούω, τὰ παρόντα ἀγαπᾷ, καὶ οὐκ ἐρᾷ πλειόνων, ἀλλὰ σωφρονεῖ περὶ τὴν γαστέρα τῶν ἀνθρώπων μᾶλλον. περὶ γοῦν τὸν Ἑλλήσποντόν ἐστι λόφος, καὶ νέμονται κατὰ τοῦδε ἔλαφοι, καὶ τῶν ὤτων αὐτοῖς τὸ ἕτερον διέσχισται, περαιτέρω δὲ οὐ χωροῦσι τοῦ λόφου, οὐδὲ νομῆς ἐρῶσι ξένης, οὐδὲ λειμῶνας ποθοῦσιν ἑτέρους πόας χρείᾳ περιττοτέρας: ἀπόχρη δὲ ἄρα τὰ παρόντα αὐτοῖς δι᾽ ἔτους ὅλου. τί [p. 144] πρὸς ταῦτα, ὦ ἄνθρωποι, ὑμεῖς, οὓς οὐκ ἂν ἐμπλήσειέ ποτε ἕως θανάτου οὐδ᾽ ὅσα λάινος οὐδὸς ἀφήτορος ἐντὸς ἐέργει;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.