Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἔδωκε δὲ ἄρα ἡ φύσις ταῖς κυσὶ τραυμάτων ἀντίπαλον πόαν. εἰ δὲ ἕλμινθες αὐτὰς λυποῖεν, τοῦ σίτου τὸ καλούμενον λήιον ἐσθίουσαι ἐκκρίνουσιν αὐτάς. λέγονται δὲ καὶ ὅταν δέωνται τὴν γαστέρα [p. 131] ἑκατέραν κενῶσαι πόαν τινὰ ἐσθίειν, καὶ τὸ μέν τι τῆς τροφῆς τὸ ἐπιπολάζον ἀνεμεῖν, τὰ δὲ περιττὰ κάτωθεν ἐκκρίνεσθαι αὐταῖς φασιν. ἐντεῦθεν καὶ τὸ συρμαΐζειν Αἰγύπτιοι λέγονται μαθεῖν. πέρδικες δὲ καὶ πελαργοὶ τρωθέντες καὶ φάτται τὴν ὀρίγανον, ὡς λόγος, διατρώγουσιν, εἶτα τοῖς τραύμασιν ἐντιθέντες ἀκοῦνται τὸ σῶμα καὶ μέντοι καὶ τῆς ἀνθρώπων ἰατρικῆς δέονται οὐδὲ ἕν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.