Click on a word to bring up parses, dictionary entries, and frequency statistics
βασιλεύονται δὲ ἄρα καὶ σφῆκες, ἀλλ᾽ οὐ τυραννοῦνται ὡς ἄνθρωποι. καὶ τὸ μαρτύριον, ἄκεντροι καὶ οἵδε εἰσί. καὶ οἱ μὲν ὑπήκοοι τὰ ἔργα πλάττειν αὐτοῖς νόμον ἔχουσιν, οἱ δὲ ἄρχοντές εἰσι διπλάσιοι μὲν τὸ μέγεθος, πρᾶοι δὲ καὶ οἷοι μήτε ἑκόντες λυπεῖν ἔχειν μήτε ἄκοντες. τίς οὖν οὐκ ἂν μισήσειε Διονυσίους τοὺς ἐν Σικελίᾳ καὶ Κλέαρχον τὸν ἐν Ἡρακλείᾳ καὶ Ἀπολλόδωρον τὸν Κασανδρέων λευστῆρα καὶ τὸν Λακεδαιμονίων λυμεῶνα τὸν Νάβιν, εἴγε οἳ μὲν ἐθάρρουν τῷ ξίφει, τῷ δὲ ἀκέντρῳ καὶ τῇ πραότητι οἱ τῶν σφηκῶν βασιλεῖς;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.