Click on a word to bring up parses, dictionary entries, and frequency statistics
εἶναι δὲ ἄλογα μὲν ζῷα, φυσικὴν δὲ ἔχειν ἀριθμητικὴν μὴ διδαχθέντα Εὔδημός φησι, καὶ ἐπάγει μαρτύριον ἐκεῖνο τῶν ἐν τῇ Λιβύῃ ζῴων. τὸ δὲ ὄνομα οὐ λέγει: ἃ δὲ λέγει, ταῦτά ἐστιν. ὅ τι ἂν θηράσῃ, ποιεῖν μοίρας ἕνδεκα, καὶ τὰς μὲν δέκα σιτεῖσθαι, τὴν δὲ ἑνδεκάτην ἀπολείπειν ῾ὅτῳ δὲ καὶ ἀντὶ τοῦ καὶ ἐννοίᾳ τίνι σκοπεῖν ἄξιον᾽ ἀπαρχήν γέ τινα ἢ δεκάτην, ὡς ἂν εἴποις. οὐκοῦν ἐκπλαγῆναι δίκαιον τὴν αὐτοδίδακτον σοφίαν τήνδε: τὴν γάρ τοι μονάδα καὶ δυάδα καὶ τοὺς ἑξῆς ἀριθμοὺς ζῷον οἶδεν ἄλογον: [p. 106] ἀνθρώπῳ δὲ δεῖ πόσων μὲν τῶν μαθημάτων, πόσων δὲ τῶν πληγῶν, ἵνα ἢ μάθῃ ταῦτα εὖ καὶ καλῶς ἢ πολλάκις μὴ μάθῃ;
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.