Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Προβατεῖαι δὲ Ἰνδῶν ὁποῖαι μαθεῖν ἄξιον. τὰς αἶγας καὶ τὰς οἶς ὄνων τῶν μεγίστων μείζονας ἀκούω καὶ ἀποκύειν τέτταρα ἑκάστην: μείω γε μὴν τῶν τριῶν οὔτ᾽ αἲξ Ἰνδικὴ οὔτ᾽ ἂν οἶς ποτε τέκοι. καὶ τοῖς μὲν προβάτοις αἱ οὐραὶ πρὸς τὸν πόδα τέτανται, αἱ δὲ αἶγες μηκίστας ἔχουσιν, ὥστ᾽ ἐπιψαύειν γῆς ὀλίγου. τῶν μὲν οὖν οἰῶν τῶν τίκτειν ἀγαθῶν ἀποκόπτουσι τὰς οὐρὰς οἱ νομεῖς, ἵνα ἀναβαίνωνται, ἐκ δὲ τῆς πιμελῆς τῆς τούτων καὶ ἔλαιον ἀποθλίβουσι: τῶν δὲ ἀρρένων διατέμνουσι τὰς οὐράς, καὶ ἐξαιροῦσι τὸ στέαρ καὶ ἐπιρράπτουσι, καὶ ἑνοῦται πάλιν ἡ τομή, καὶ ἀφανίζεται τὰ ἴχνη αὐτῆς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.