Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν ὑμέναιον τὴν κορώνην ᾄδειν, σύνθημα ὁμονοίας τοῦτο τοῖς συνιοῦσιν ἐπὶ παιδοποιίᾳ διδόντας. οἱ δὲ ἕδρας ὀρνίθων καὶ πτήσεις παραφυλάττοντες οὐκ εὐσύμβολον ὀττεύουσιν εἶναί φασιν ὑπακοῦσαι κορώνη μία. ἐπεὶ δὲ ἡ γλαῦξ ἐστιν αὐτῇ πολέμιον, καὶ νύκτωρ ἐπιβουλεύει τοῖς ᾠοῖς τῆς κορώνης, ἣ δὲ μεθ᾽ ἡμέραν ἐκείνην ταὐτὸ δρᾷ τοῦτο, εἰδυῖα ἔχειν τὴν ὄψιν τηνικαῦτα τὴν γλαῦκα ἀσθενῆ. ἐχῖνον τὸν χερσαῖον οὐκ ἄσοφον οὐδ᾽ ἀμαθῆ ταμιείας τῆς ἐς τὴν χρείαν ἡ φύσις ἐποίησεν. ἐπεὶ γὰρ δεῖται τροφῆς διετησίου, τὰ δὲ ὡραῖα οὐ πᾶσα ὥρα δίδωσιν, ἑαυτὸν ἐν ταῖς τρασιαῖς κυλίει, φασί, καὶ τῶν ἰσχάδων τὰς περιπαρείσας, αἳ πολλαὶ ἐμπήγνυνται ταῖς ἀκάνθαις, ἡσυχῆ κομίζει καὶ ἀποθησαυρίσας φυλάττει, καὶ ἔχει λαβεῖν ἐκ τοῦ φωλεοῦ, ὅτε πορίσαι οὐχ οἷόν τε ἔξωθέν ἐστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.