Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἀναβαίνει μὲν ἡ τέχνη καὶ ἐς τριγονίαν διδασκαλίας παρ᾽ Ὁμήρῳ ἡ περὶ τῶν τετρωμένων τε καὶ φαρμάκου δεομένων. παιδεύεται μὲν γὰρ ὁ Μενοιτίου Πάτροκλος ὑπ᾽ Ἀχιλλέως ἰατρικήν, Ἀχιλλεὺς δὲ ὁ Πηλέως ὑπὸ Χείρωνος τοῦ Κρόνου. καὶ ἐν ἥρωσί τε καὶ θεῶν παισὶν ἦν τὰ μαθήματα φύσιν εἰδέναι ῥιζῶν καὶ πόας διαφόρου χρῆσιν καὶ φαρμάκων κρᾶσιν καὶ ἐπαοιδὰς ἔς τε φλεγμονὴν ἀντιπάλους, καὶ ἀναστεῖλαι αἷμα, καὶ ὅσα ἄλλα ἐκεῖνοί γε [p. 44] ᾔδεσαν: καὶ μέντοι καὶ οἱ τοῦ χρόνου κάτω ἀνίχνευσάν τινα. ἀλλὰ τούτων γε τῶν σοφισμάτων ἡ φύσις οὐδὲν ἐδεῖτο: καὶ κατηγορεῖ ὁ ἐλέφας. ὅταν γοῦν ἐς αὐτὸν ἔλθῃ δόρατα καὶ βέλη πολλά, ἐλαίας πασάμενος ἄνθος ἢ ἔλαιον αὐτό, εἶτα πᾶν τὸ ἐμπεσὸν ἀπεσείσατο, καὶ ἔστιν αὖθις ὁλόκληρος.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.