previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


κροκόδειλος γίνεται μήκιστος πολλάκις. ἐπὶ γοῦν Ψαμμιτίχου τοῦ Αἰγυπτίων βασιλέως πέντε καὶ εἴκοσι πήχεων κροκόδειλον φανῆναί φασιν, ἐπὶ δὲ Ἀμάσιδος παλαιστῶν τεττάρων καὶ πήχεων ἓξ καὶ εἴκοσι. κήτη δὲ περὶ τὴν Λάκαιναν θάλατταν ἀκούω [p. 414] γίνεσθαι μεγέθει μέγιστα, καί τινές γε τῶν κριτικῶν Ὅμηρον ἐντεῦθέν φασιν εἰπεῖν Λακεδαίμονα κητώεσσαν. περὶ τὰ Κύθηρα δὲ ἔτι καὶ μείζω τὰ κήτη ὑμνοῦσι γίνεσθαι. ἔοικε δὲ αὐτῶν καὶ τὰ νεῦρα λυσιτελῆ εἶναι ἐς τὰς τῶν ψαλτηρίων καὶ τῶν ἄλλων ὀργάνων χορδοστροφίας καὶ μέντοι καὶ ἐς τὰ πολεμικὰ ὄργανα. ἐν δὲ τῇ Ἐρυθρᾷ θαλάττῃ πρὸς τοῖς ἤδη προειρημένοις γίνονται καὶ σκορπίοι καὶ κωβιοὶ δύο πήχεων καὶ μέντοι καὶ τριῶν. ἀμώμητος δέ φησιν ἐν τῇ Λιβύῃ πόλιν εἶναί τινα, ἐν τοὺς ἱερέας ἔκ τινος λίμνης ἐπαοιδαῖς καταγοητεύοντας εὖ μάλα ἑλκτικαῖς ἐξάγειν κροκοδείλους πήχεων ἑκκαίδεκα. Θεοκλῆς δὲ ἐν τῇ τετάρτῃ περὶ τὴν Σύρτιν λέγει γίνεσθαι κήτη τριήρων μείζονα. περὶ δὲ τὴν Γεδρωσίων χώραν ῾ἔστι δὲ μοῖρα τῆς γῆς τῆς Ἰνδικῆς οὐκ ἄδοξοσ᾽ Ὀνησίκριτος λέγει καὶ Ὀρθαγόρας γίνεσθαι κήτη ἥμισυ ἔχοντα σταδίου τὸ μῆκος. τοσαύτην δέ φασιν ἔχειν δύναμιν αὐτά, ὡς πολλάκις, ὅταν ἀναφυσήσῃ τοῖς μυκτῆρσιν, ἐς τοσοῦτον ἀναρρίπτειν τῆς θαλάττης τὸ κλυδώνιον, ὡς δοκεῖν τοῖς ἀμαθέσι καὶ ἀπείροις πρηστῆρας εἶναι ταῦτα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (6 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: