Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὸν κιννάμωμον ὄρνιν ἀκούω εἶναι, καὶ μέντοι καὶ κομίζειν κάρφη φυτοῦ τοῦ ὁμωνύμου ἐκ τῶν τῆς γῆς τερμάτων, καὶ καλιὰς ὑποπλέκειν ἔνθα Ἡρόδοτοί τε ᾄδουσι καὶ ἄλλοι, φιλοῦσι δέ πως οἵδε οἱ ὄρνιθες τὰς ἑαυτῶν εὐνάς τε καὶ καταγωγὰς ὑφαίνειν. οὐκοῦν οἷσπερ μέλει τῶνδε τῶν καρφῶν, οἰστοὺς βαρεῖς ῥοίζῳ βιαιοτάτῳ καὶ νευρᾶς ἐντάσει σφοδρᾷ κατὰ τῶν καλιῶν ἀφιᾶσιν: αἳ δὲ ῥήγνυνται, καὶ κατολισθάνει τὰ κάρφη, καὶ μέντοι καὶ τὸ ᾀδόμενον δήπου κιννάμωμον ταῦτά ἐστιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.