Click on a word to bring up parses, dictionary entries, and frequency statistics
παρά γε τοῖς Ψύλλοις καλουμένοις τῶν Ἰνδῶν ῾εἰσὶ γὰρ καὶ Λιβύων ἕτεροἰ οἱ ἵπποι γίνονται τῶν κριῶν οὐ μείζους, καὶ τὰ πρόβατα ἰδεῖν μικρὰ κατὰ τοὺς ἄρνας, καὶ οἱ ὄνοι δὲ τοσοῦτοι γίνονται τὸ μέγεθος καὶ οἱ ἡμίονοι καὶ οἱ βοῦς καὶ πᾶν κτῆνος ἕτερον ὅ τι οὖν. ὗν δὲ ἐν Ἰνδοῖς οὔ φασι γίνεσθαι οὔτε ἥμερον οὔτε ἄγριον: μυσάττονται δὲ καὶ ἐσθίειν τοῦδε τοῦ ζῴου Ἰνδοί, καὶ οὐκ ἂν γεύσαιντό ποτε ὑείων, ὥσπερ οὖν οὐδὲ ἀνθρωπείων οἱ αὐτοί.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.