Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὅτι δέδοικεν ὗν ἐλέφας ἀνωτέρω εἶπον: τὸ δὲ ἐν Μεγάροις γενόμενον Μεγαρέων ὑπ᾽ Ἀντιπάτρου πολιορκουμένων ἐθέλω εἰπεῖν, καὶ μέντοι καὶ τὸ εἰρησόμενον τοῦτό ἐστι. τῶν Μακεδόνων βιαίως ἐγκειμένων, ὗς πίττῃ χρίσαντες ὑγρᾷ καὶ ὑποπρήσαντες αὐτὰς ἀφῆκαν ἐς τοὺς πολεμίους. ἐμπεσοῦσαι δὲ ἄρα ἐκεῖναι οἰστρημέναι ταῖς τῶν ἐλεφάντων ἴλαις καὶ βοῶσαι, ἅτε ἐμπιπράμεναι, ἐξέμαινον τοὺς θῆρας καὶ ἐτάραττον δεινῶς. οὔτε οὖν ἔμενον ἐν τάξει, οὔτε ἦσαν ἔτι πρᾶοι, καίτοι καὶ ἐκ νηπίων πεπωλευμένοι, εἴτε φύσει τινὶ οἱ ἐλέφαντες ἰδίᾳ μισοῦντες τὰς ὗς καὶ μυσαττόμενοι, εἴτε καὶ τῆς φωνῆς αὐτῶν τὸ ὀξὺ καὶ ἀπηχὲς πεφρικότες ἐκεῖνοι. συνιδόντες οὖν ἐκ τούτου οἱ πωλοτρόφοι τῶν ἐλεφάντων ὗς παρατρέφουσιν αὐτοῖς, ὥς φασιν, ἵνα γε ἐκ τῆς συνηθείας ἧττον ὀρρωδῶσιν αὐτάς.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.