Click on a word to bring up parses, dictionary entries, and frequency statistics
λαγὼς θαλάττιος ῾τῆς μέντοι μεγάλης: τὸν γὰρ ἕτερον εἶπον τὸν ἐκ τῆς ἑτέρασ᾽ ἀλλ᾽ οὗτός γε ἔοικε τῷ χερσαίῳ πάντα πάντη πλὴν τῶν τριχῶν. τοῦ μὲν γὰρ ἠπειρώτου ἡ λάχνη ἔοικεν ἁπαλή τε εἶναι καὶ ἐπαφωμένῳ μὴ ἀντίτυπος: ἔχει δὲ οὗτος ἀκανθώδεις τὰς τρίχας καὶ ὀρθάς, καὶ εἴ τις προσάψαιτο, ἀμύσσεται. φασὶ δὲ αὐτὸν ἐπ᾽ ἄκρᾳ τῇ φρίκῃ τῆς θαλάττης νήχεσθαι καὶ μὴ καταδύνειν ἐς βάθος, ὤκιστον δὲ εἶναι τὴν νῆξιν. ζῶν δὲ οὐκ ἂν ἁλῴη ῥᾳδίως. τὸ δὲ αἴτιον, οὐκ ἐμπίπτει ποτὲ ἐς δίκτυον, οὐ μὴν
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.