ὁ δὲ κίγκλος ζῷόν ἐστι πτηνὸν ἀσθενὲς τὰ κατόπιν, καὶ διὰ τοῦτό φασι μὴ ἰδίᾳ μηδὲ καθ᾽ ἑαυτὸν δυνάμενον αὐτὸν νεοττιὰν συμπλέξαι, ἐν ταῖς ἄλλων δὲ τίκτειν. ἔνθεν τοι καὶ τοὺς πτωχοὺς κίγκλους ἐκάλουν αἱ τῶν ἀγροίκων παροιμίαι. κινεῖ δὲ τὰ οὐραῖα πτερά, ὥσπερ οὖν ὁ παρὰ τῷ Ἀρχιλόχῳ κηρύλος. μέμνηται δὲ καὶ τοῦ ὄρνιθος τοῦδε Ἀριστοφάνης ἐν τῷ Ἀμφιαράῳ λέγων ὀσφὺν δ᾽ ἐξ ἄκρων διακίγκλισον ἠύτε κίγκλος ἀνδρὸς πρεσβύτου, τελέειν δ᾽ ἀγαθὴν ἐπαοιδήν. καὶ ἐν τῷ Γήρᾳ λορδοῦ κιγκλοβάταν ῥυθμόν. καὶ Αὐτοκράτης ἐν Τυμπανισταῖς
[p. 298]
οἷα παίζουσιν φίλαι
παρθένοι Λυδῶν κόραι
κοῦφα πηδῶσαι κόμαν,
κἀνακρούουσαι χεροῖν,
Ἐφεσίαν παρ᾽ Ἄρτεμιν
καλλίσταν, καὶ τοῖν ἰσχίοιν
τὸ μὲν κάτω τὸ δ᾽ αὖ
εἰς ἄνω ἐξαίρουσα, οἷα κίγκλος ἅλλεται.