Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τὴν σφίγγα ὑπόπτερον γράφουσί τε καὶ πλάττουσι πᾶν ὅσον περὶ χειρουργίαν σπουδαῖον καὶ πεπονημένον. ἀκούω δὲ καὶ ἐν Κλαζομεναῖς σῦν γενέσθαι πτηνόν, ἥπερ οὖν ἐλυμαίνετο τὴν χώραν τὴν Κλαζομενίαν: καὶ λέγει τοῦτο Ἀρτέμων ἐν τοῖς Ὅροις τοῖς Κλαζομενίων. ἔνθεν τοι καὶ χῶρος ἐκεῖ κέκληται ὑὸς πτερωτῆς ὀνομαζόμενός τε καὶ ᾀδόμενος. τοῦτο δὲ εἴ τῳ δοκεῖ μῦθος εἶναι, δοκείτω, ἐμὲ δ᾽ οὖν περὶ ζῴου λεχθὲν καὶ μὴ λαθὸν οὐκ ἐλύπησεν εἰρημένον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.