previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


οἱ μύες ἀποθνήσκοντες καθ᾽ ἑαυτοὺς καὶ ἐκ μηδεμιᾶς ἐπιβουλῆς ἀπορρεόντων αὐτοῖς τῶν μελῶν κατὰ μικρὰ ἀπέρχονται τοῦ βίου. ἔνθεν τοι καὶ παροιμία λέγει κατὰ μυὸς ὄλεθρον, μέμνηται δὲ αὐτῆς Μένανδρος ἐν τῇ Θαΐδι. τρυγόνος δὲ λαλίστερον ἔλεγον: γάρ τοι τρυγὼν καὶ διὰ τοῦ στόματος μὲν ἀπαύστως φθέγγεται, ἤδη δὲ καὶ ἐκ τῶν κατόπιν μερῶν ὥς φασι πάμπλειστα. μέμνηται δὲ καὶ ταύτης τῆς παροιμίας ἐν τῷ Πλοκίῳ αὐτός. καὶ Δημήτριος ἐν τῇ Σικελίᾳ τῷ δράματι μέμνηται ὅτι καὶ τῇ πυγῇ λαλοῦσιν αἱ τρυγόνες. λέγουσι δὲ τοὺς μύας λαγιστάτους εἶναι, καὶ μάρτυρά γε Κρατῖνον ἐπάγονται εἰπόντα ἐν ταῖς Δραπετίσι

φέρε νῦν σοι
ἐξ αἰθρίας καταπυγοσύνην μυὸς ἀστράψω Ξενοφῶντος.
καὶ ἔτι μᾶλλον τὸν θῆλυν ἔλεγον ἐς τὰ ἀφροδίσια εἶναι λυττητικόν. καὶ πάλιν παρὰ Ἐπικράτει ἐν τῷ Χορῷ

τελέως δὲ μ᾽ ὑπῆλθεν κατάρατος μαστροπὸς
ἐπομνύουσα τὰν Κόραν τὰν Ἄρτεμιν
τὰν Φερρέφατταν ὡς δάμαλις, ὡς παρθένος,
ὡς πῶλος ἀδμής. δ᾽ ἄρ᾽ ἦν μυωνία.
ἐς ὑπερβολὴν δὲ λαγνιστάτην αὐτὴν εἰπεῖν ἠθέλησε μυωνίαν ὅλην ὀνομάσας. καὶ Φιλήμων

μῦς λευκὸς ὅταν αὐτήν τις ῾ἀλλ᾽ αἰσχύνομαι
λέγειν᾽, κέκραγε τηλικοῦτον εὐθὺς
κατάρατος, ὥστ᾽ οὐκ ἔστι πολλάκις λαθεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: