Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ ἰχνεύμων ὁ αὐτὸς ἄρα καὶ ἄρρην καὶ θῆλυς ἦν, μετειληχὼς καὶ τῆσδε τῆς φύσεως καὶ τῆσδε, καὶ σπείρειν τε καὶ τίκτειν τῷ αὐτῷ ἡ φύσις δέδωκεν. ἀποκρίνονται δὲ ἐς τὸ ἀτιμότερον γένος οἱ ἡττηθέντες μετὰ τὴν μάχην: οἱ γὰρ κρατήσαντες ἀναβαίνουσι τοὺς ἡττημένους καὶ ἐς αὐτοὺς σπείρουσιν. οἳ δὲ ἆθλον τῆς ἥττης φέρονται ὠδῖνάς τε ὑπομεῖναι καὶ ἀντὶ πατέρων γενέσθαι μητέρες. τοῖς γε μὴν πολεμιωτάτοις [p. 265] ἀνθρώπῳ ζῴοις, ἀσπίδι καὶ κροκοδείλῳ, ἔχθιστον ὁ ἰχνεύμων, καὶ τόν γε πόλεμον αὐτῶν ἀνωτέρω εἶπον. λέγονται δὲ οἱ ἰχνεύμονες ἱεροὶ εἶναι Λητοῦς καὶ Εἰλειθυιῶν: σέβουσι δὲ αὐτοὺς Ἡρακλεοπολῖται, ὥς φασιν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.