Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ κόραξ, ὄρνιν αὐτόν φασιν ἱερόν, καὶ Ἀπόλλωνος [p. 26] ἀκόλουθον εἶναι λέγουσι. ταῦτά τοι καὶ μαντικοῖς συμβόλοις ἀγαθὸν ὁμολογοῦσι τὸν αὐτόν, καὶ ὀττεύονταί γε πρὸς τὴν ἐκείνου βοὴν οἱ συνιέντες ὀρνίθων καὶ ἕδρας καὶ κλαγγὰς καὶ πτήσεις αὐτῶν ἢ κατὰ λαιὰν χεῖρα ἢ κατὰ δεξιάν. Προσακούω δὲ καὶ ᾠὰ κόρακος μελαίνειν τρίχας. καὶ χρὴ τὸν δολοῦντα τὴν ἑαυτοῦ κόμην ἔλαιον ἐν τῷ στόματι ἔχειν συμμύσαντα: εἰ δὲ μή, καὶ οἱ ὀδόντες αὐτῷ σὺν τῇ τριχὶ μελαίνονται δυσέκπλυτοί τε καὶ δυσέκνιπτοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.