previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ρίαν. ὄντος δ᾽ αὐτοῦ κατὰ τοὺς καιροὺς τούτους περὶ Σελεύκειαν τὴν ἐπὶ τοῦ Ζεύγματος, παρῆν Διόγνητος ναύαρχος ἐκ Καππαδοκίας τῆς περὶ τὸν Εὔξεινον, ἄγων Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγατέρα, παρθένον οὖσαν, γυναῖκα τῷ βασιλεῖ κατωνομασμένην. [2] δὲ Μιθριδάτης εὔχετο μὲν ἀπόγονος εἶναι τῶν ἑπτὰ Περσῶν ἑνὸς τῶν ἐπανελομένων τὸν μάγον, διατετηρήκει δὲ τὴν δυναστείαν ἀπὸ προγόνων τὴν ἐξ ἀρχῆς αὐτοῖς διαδοθεῖσαν ὑπὸ Δαρείου παρὰ τὸν Εὔξεινον πόντον. [3] Ἀντίοχος δὲ προσδεξάμενος τὴν παρθένον μετὰ τῆς ἁρμοζούσης ἀπαντήσεως καὶ προστασίας εὐθέως ἐπετέλει τοὺς γάμους, μεγαλοπρεπῶς καὶ βασιλικῶς χρώμενος ταῖς παρασκευαῖς. [4] μετὰ δὲ τὴν συντέλειαν τῶν γάμων καταβὰς εἰς Ἀντιόχειαν, βασίλισσαν ἀποδείξας τὴν Λαοδίκην, λοιπὸν ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν.

κατὰ δὲ τοὺς καιροὺς τούτους Μόλων, [5] ἑτοίμους παρεσκευακὼς πρὸς πᾶν τοὺς ἐκ τῆς ἰδίας σατραπείας ὄχλους διά τε τὰς ἐλπίδας τὰς ἐκ τῶν ὠφελειῶν καὶ τοὺς φόβους, οὓς ἐνειργάσατο τοῖς ἡγεμόσιν ἀνατατικὰς καὶ ψευδεῖς εἰσφέρων ἐπιστολὰς παρὰ τοῦ βασιλέως, [6] ἕτοιμον δὲ συναγωνιστὴν ἔχων τὸν ἀδελφὸν Ἀλέξανδρον, ἠσφαλισμένος δὲ καὶ τὰ κατὰ τὰς παρακειμένας σατραπείας διὰ τῆς τῶν προεστώτων εὐνοίας καὶ δωροδοκίας, ἐξεστράτευσε μετὰ μεγάλης δυνάμεως ἐπὶ τοὺς τοῦ βασιλέως στρατηγούς. [7] οἱ δὲ περὶ τὸν Ξένωνα καὶ Θεόδοτον καταπλαγέντες τὴν ἔφοδον ἀνεχώρησαν εἰς τὰς πόλεις. [8] δὲ Μόλων κύριος γενόμενος τῆς Ἀπολλωνιάτιδος χώρας εὐπορεῖτο ταῖς χορηγίαις ὑπερβαλλόντως. ἦν δὲ φοβερὸς μὲν καὶ πρὸ τοῦ διὰ τὸ μέγεθος τῆς

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1889)
hide References (9 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: