Click on a word to bring up parses, dictionary entries, and frequency statistics
‘
κόγχος ἐγώ, Ζεφυρῖτι, παλαίτερος 1 ἀλλὰ σὺ νῦν με,
Κύπρι, Σεληναίης ἄνθεμα πρῶτον ἔχεις,
ναυτίλος 2 ὃς πελάγεσσιν ἐπέπλεον, εἰ μὲν ἀῆται,
τείνας οἰκείων λαῖφος ἀπὸ προτόνων,
5εἰ δὲ Γαληναίη, λιπαρὴ θεός, οὖλος ἐρέσσων,
ποσσί νί̣̣ν 3, ὥστ᾽ ἔργῳ τοὔνομα συμφέρεται,
ἔστ᾽ ἔπεσον παρὰ θῖνας Ἰουλίδας, ὄφρα γένωμαι
σοὶ τὸ περίσκεπτον παίγνιον, Ἀρσινόη, [p. 142]
μηδέ μοι ἐν θαλάμῃσιν ἔθ᾽ ὡς πάρος, εἰμί γὰρ ἄπνους,
10τίκτηται νοτερῆς 4 ὤεον ἁλκυόνης.
Κλεινίου ἀλλὰ θυγατρὶ δίδου χάριν. οἶδε γὰρ ἐσθλὰ
ῥέζειν καὶ Σμύρνης ἐστὶν ἀπ᾽ Αἰολίδος. ’ Athen. vii. 318.

This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.