‘
[p. 136]
ξεῖνος Ἀταρνείτης τις ἀνείρετο Πιττακὸν οὕτω
τὸν Μυτιληναῖον, παῖδα τὸν Ὑρράδιον 1
‘ἄττα γέρον, δοιός με καλεῖ γάμος: ἡ μία μὲν δὴ
νύμφη καὶ πλούτῳ καὶ γενεῇ κατ᾽ ἐμέ,
5ἡ δ᾽ ἑτέρη προβέβηκε: τί λώιον; εἰ δ᾽ ἄγε σύμ μοι
βούλευσον, ποτέρην εἰς ὑμέναιον ἄγω.’
εἶπεν: ὁ δέ σκίπωνα, γεροντικὸν ὅπλον, ἀείρας,
‘ἠνίδε, κεῖνοί σοι πᾶν ἐρέουσιν ἔπος.’
οἱ δ᾽ ἄρ᾽ ὑπὸ πληγῇσι θοὰς βέμβικας ἔχοντες
10ἔστρεφον εὐρείῃ παῖδες ἐνὶ τριόδῳ.
‘κείνων ἔρχεο,’ φησί, ‘μετ᾽ ἴχνια.’ χὡ μὲν ἐπέστη
πλησίον: οἱ δ᾽ ἔλεγον: ‘τὴν κατὰ σαυτὸν ἔλα.’
ταῦτ᾽ ἀίων ὁ ξεῖνος: ἐφείσατο μείζονος οἴκου
δράξασθαι, παίδων κληδόνα 2 συνθέμενος,
[p. 138]
15τὴν δ᾽ ὀλίγην ὡς κεῖνος ἐς οἰκίον ἤγετο νύμφην.
οὕτω καὶ σύ γ᾽ ἰὼν 3 τὴν κατὰ σαυτὸν ἔλα.
’ A.P. vii. 89, Diog. Laert. i. 79 f.
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.