Νάξιος οὐκ ἐπὶ γῆς ἔθανεν Λύκος, ἀλλ᾽ ἐνὶ πόντωι
ναῦν ἅμα καὶ ψυχὴν εἶδεν ἀπολλυμένην,
ἔμπορος Αἰγίνηθεν ὅτ᾽ ἔπλεε. χὢ μὲν ἐν ὑγρῆι
νεκρός, ἐγὼ δ᾽ ἄλλως οὔνομα τύμβος ἔχων
5κηρύσσω πανάληθες ἔπος τόδε 'φεῦγε θαλάσσηι
συμμίσγειν ἐρίφων ναυτίλε δυομένων᾽.