previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Ἡκούσης δὲ τῆς κυρίας Θέρσανδρος εἶπεν ὧδεΟὐκ οἶδα τίνος ἄρξωμαι λόγου καὶ πόθεν, οὐδὲ τίνων κατηγορήσω πρῶτον καὶ τίνων δεύτερον. Τά τε γὰρ τετολμημένα πολλὰ ὑπὸ πολλῶν καὶ οὐδὲν οὐδενὸς τῷ μεγέθει δεύτερον: πάντα δὲ ἀλλήλων γυμνὰ καὶ μεθ̓ ὧν οὐδ̓ ἂν ἅψωμαι κατηγορῶν. [2] Τὰ γὰρ τῆς ψυχῆς κρατούσης φοβοῦμαι μὴ ἀτελής μοι λόγος γένηται, τῆς τῶν ἄλλων μνήμης τὴν γλῶτταν ἐφ̓ ἕκαστον ἑλκούσης. γὰρ εἰς τὸ μήπω λεχθὲν ἔπειξις τοῦ λόγου τὸ ὁλόκληρον τῶν ἤδη λεχθέντων παραιρεῖται. [3] Ὅταν μὲν γὰρ φονεύωσι τοὺς ἀλλοτρίους οἰκέτας οἱ μοιχοί, μοιχεύωσι δὲ τὰς ἀλλοτρίας γυναῖκας οἱ φονεῖς, λύωσι δ̓ ἡμῖν τὰς θεωρίας οἱ πορνοβοσκοί, τὰ δὲ σεμνότατα τῶν ἱερῶν μιαίνωσιν αἱ πόρναι, τὰς ἡμέρας δὲ λογιζόμενος, ταῖς δούλαις καὶ τοῖς δεσπόταις, τί δράσειέ τις ἔτι, ἀνομίας ὁμοῦ καὶ μοιχείας καὶ ἀσεβείας καὶ μιαιφονίας κεκερασμένης; [4] Κατεγνώκατέ τινος θάνατον ἐφ̓ αἷς δή ποτ̓ οὖν αἰτίαιςοὐδὲν γὰρ διαφέρεικαὶ δεδεμένον εἰς τὸ δεσμωτήριον ἀπεστείλατε φυλαχθησόμενον τῇ καταδίκῃ: οὗτος δὲ παρέστηκεν ὑμῖν, ἀντὶ τῶν δεσμῶν λευκὴν ἠμφιεσμένος στολήν, καὶ ἐν τῇ τάξει τῶν ἐλευθέρων ἕστηκεν δεσμώτης. Τάχα δὲ καὶ τολμήσει φωνὴν ἀφεῖναι καὶ ἐπιρρητορεῦσαί τι κατ̓ ἐμοῦ, μᾶλλον δὲ καθ̓ ὑμῶν καὶ τῆς ὑμετέρας ψήφου. [5] Λέγε δὲ τῶν προέδρων καὶ τῶν συμβούλων τὸ δόγμα. Ἀκούετε καθάπερ ἐψηφίσασθε καὶ τὴν περὶ τούτου μοι γραφήν. Ἔδοξεν ἀποθνήσκειν Κλειτοφῶντα. Ποῦ τοίνυν δήμιος; ἀπαγέτω τοῦτον λαβών. Δὸς ἤδη τὸ κώνειον. [6] Ἤδη τέθνηκε τοῖς νόμοις: κατάδικός ἐστιν ὑπερήμερος. [p. 198] Τί λέγεις, σεμνότατε καὶ κοσμιώτατε ἱερεῦ; Ἐν ποίοις ἱεροῖς γέγραπται νόμοις τοὺς ὑπὸ τῆς βουλῆς καὶ τῶν πρυτάνεων κατεγνωσμένους καὶ θανάτοις καὶ δεσμοῖς παραδοθέντας ἐξαρπάζειν τῆς καταδίκης καὶ τῶν δεσμῶν ἀπολύειν καὶ κυριώτερον σαυτὸν ποιεῖν τῶν προέδρων καὶ τῶν δικαστηρίων; [7] Ἀνάστηθι τοῦ θώκου, πρόεδρε, παραχώρησον τῆς ἀρχῆς αὐτῷ καὶ τοῦ δικαστηρίου: οὐκέτι οὐδενὸς εἶ κύριος: οὐδὲν ἔξεστί σοι κατὰ τῶν πονηρῶν ψηφίσασθαι, καὶ σήμερον τι δόξει λύεται. Τί ἕστηκας, ἱερεῦ, σὺν ἡμῖν ὡς τῶν πολλῶν εἷς; [8] Ἀνάβηθι καὶ κάθισον ἐν τῷ τοῦ προέδρου θρόνῳ καὶ σὺ δίκαζε λοιπὸν ἡμῖν, μᾶλλον δὲ κέλευε τυραννικῶς, μηδὲ ἀναγινωσκέσθω σοί τις νόμος μηδὲ γνῶσις δικαστηρίου, μηδ̓ ὅλως ἄνθρωπον σεαυτὸν ἡγοῦ: μετὰ τῆς Ἀρτέμιδος προσκυνοῦ: [9] καὶ γὰρ τὴν ἐκείνης τιμὴν ἐξήρπασας. Αὐτῇ μόνῃ τοὺς ἐπ̓ αὐτὴν καταφεύγοντας ἔξεστι σώζειν, καὶ ταῦτα πρὸ δικαστηρίου γνώσεως. Δεδεμένον δὲ οὐδένα λέλυκεν θεός, οὐδὲ θανάτῳ παραδοθέντα ἠλευθέρωσε τῆς τιμωρίας. Τῶν δυστυχούντων εἰσίν, [10] οὐ τῶν ἀδικούντων οἱ βωμοί. Σὺ δὲ καὶ τοὺς δεθέντας ἐλευθεροῖς καὶ τοὺς καταδίκους ἀπολύεις. Οὕτως παρευδοκίμησας καὶ τὴν Ἄρτεμιν. Τίς ᾤκησεν ἀντὶ δεσμωτηρίου τὸ ἱερόν; Φονεὺς καὶ μοιχὸς παρὰ τῇ καθαρᾷ θεῷ: οἴμοι μοιχὸς παρὰ τῇ παρθένῳ. Συνῆν δὲ αὐτῷ καὶ γυνή τις ἀκόλαστος, ἀποδρᾶσα τὸν δεσπότην. [11] Καὶ γὰρ ταύτην, ὡς εἴδομεν, ὑπεδέχου, καὶ μία γέγονεν αὐτοῖς ἑστία παρὰ σοὶ καὶ συμπόσιον, τάχα δὲ καὶ συνεκάθευδες, ἱερεῦ, οἴκημα τὸ ἱερὸν ποιήσας. τῆς Ἀρτέμιδος οἰκία μοιχῶν γέγονε καὶ πόρνης θάλαμος. [12] Ταῦτα μόλις ἐν χαμαιτυπείῳ γίνεται. Εἷς μὲν δή μοι λόγος οὗτος κατ̓ ἀμφοῖν. Τὸν [p. 199] μέντοι ἀξιῶ τῆς αὐθαδείας δοῦναι τιμωρίαν, τὸν δὲ ἀποδοθῆναι κελεῦσαι τῇ καταδίκῃ. Δεύτερος δέ ἐστί μοι πρὸς Μελίτην μοιχείας ἀγών, πρὸς ἣν οὐδὲν δέομαι λόγων: ἐν γὰρ τῇ τῶν θεραπαινῶν βασάνῳ τὴν ἐξέτασιν γενέσθαι δέδοκται. [13] Ταύτας οὖν αἰτῶ, αἳ ἂν βασανιζόμεναι φήσωσιν οὐκ εἰδέναι τοῦτον τὸν κατάδικον χρόνῳ πολλῷ συνόντα αὐτῇ καὶ ἐν ἀνδρὸς χώρᾳ ἐν τῇ οἰκίᾳ τῇ ἐμῇ, οὐκ ἐν μοιχοῦ μόνον καθεστηκότα, πάσης αἰτίας αὐτὴν ἀφίημι. Ἂν τοίνυν τοὐναντίον, τὴν μὲν κατὰ τὸν νόμον ἀφεῖσθαι τῆς προικὸς φημὶ δεῖν ἐμοί, τὸν δὲ ὑποσχεῖν τὴν ὀφειλομένην τοῖς μοιχοῖς τιμωρίαν: θάνατος δέ ἐστιν αὕτη: ὥστε ὁποτέρως ἂν οὗτος ἀποθάνῃ, ὡς μοιχὸς ὡς φονεύς, ἀμφοτέροις ἔνοχος ὤν, δίκην δεδωκὼς οὐ δέδωκεν. [14] Ἀποθανὼν γὰρ ὀφείλει θάνατον ἄλλον. δέ μοι τρίτος τῶν λόγων πρὸς τὴν δούλην ἐστὶ τὴν ἐμὴν καὶ τὸν σεμνὸν τοῦτον πατρὸς ὑποκριτήν, ὃν εἰς ὕστερον, ὅταν τούτων καταψηφίσησθε, ταμιεύομαι.’

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (1 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: