This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἦν δέ μοι Κλεινίας ἀνεψιός, ὀρφανὸς καὶ νέος, δύο ἀναβεβηκὼς ἔτη τῆς ἡλικίας τῆς ἐμῆς, ἔρωτι τετελεσμένος: [p. 45] μειρακίου δὲ ὁ ἔρως ἦν. Οὕτω δ̓ εἶχε φιλοτιμίας πρὸς αὐτό, ὥστε καὶ ἵππον πριάμενος, ἐπεὶ θεασάμενον τὸ μειράκιον ἐπῄνεσεν, εὐθὺς ἐχαρίσατο φέρων αὐτῷ τὸν ἵππον. [2] Ἔσκωπτον οὖν αὐτὸν ἀεὶ τῆς ἀμεριμνίας, ὅτι σχολάζει φιλεῖν καὶ δοῦλός ἐστιν ἐρωτικῆς ἡδονῆς: ὁ δέ μοι μειδιῶν καὶ τὴν κεφαλὴν ἐπισείων ἔλεγεν ‘ἔσῃ ποτὲ καὶ σύ μοι δοῦλος [3] ταχύ.’ Πρὸς τοῦτον ἀπιὼν καὶ ἀσπασάμενος καὶ παρακαθισάμενος ‘ἔδωκα’ ἔφην ‘ὦ Κλεινία, σοι δίκην τῶν σκωμμάτων: δοῦλος γέγονα κἀγώ.’ Ἀνακροτήσας οὖν τὰς χεῖρας ἐξεγέλασε καὶ ἀναστὰς κατεφίλησέ μου τὸ πρόσωπον ἐμφαῖνον ἐρωτικὴν ἀγρυπνίαν, καὶ ‘ἐρᾷς’ εἶπεν ‘ἐρᾷς ἀληθῶς: οἱ ὀφθαλμοί σου λέγουσιν.’ Ἄρτι δὲ λέγοντος αὐτοῦ Χαρικλῆς εἰστρέχει (τοῦτο γὰρ ἦν ὄνομα τῷ μειρακίῳ) τεθορυβημένος [4] ‘οἴχομαί σοι’ λέγων ‘Κλεινία.’ Καὶ συνεστέναξεν ὁ Κλεινίας, ὥσπερ ἐκ τῆς ἐκείνου ψυχῆς κρεμάμενος, καὶ τῇ φωνῇ τρέμων ‘ἀποκτενεῖς’ εἶπε ‘σιωπῶν: τί σε λυπεῖ; τίνι δεῖ μάχεσθαι;’ Καὶ ὁ Χαρικλῆς ‘γάμον’ εἶπεν ‘ὁ πατήρ μοι προξενεῖ, καὶ γάμον ἀμόρφου κόρης, ἵνα διπλῷ συνοικῶ κακῷ: πονηρὸν μὲν γὰρ γυνή, κἂν εὔμορφος ᾖ: ἐὰν δὲ καὶ ἀμορφίαν δυστυχῇ, τὸ κακὸν διπλοῦν. [5] Ἀλλὰ πρὸς τὸν πλοῦτον ὁ πατὴρ ἀποβλέπων σπουδάζει τὸ κῆδος: ἐκδίδομαι ὁ δυστυχὴς τοῖς ἐκείνης χρήμασιν, ἵνα γήμω πωλούμενος.’
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.