This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[158]
Μετὰ δὲ τοὺς θριάμβους καὶ τὴν βεβαιοτάτην τῆς Ῥωμαίων
ἡγεμονίας κατάστασιν Οὐεσπασιανὸς ἔγνω τέμενος Εἰρήνης κατασκευάσαι:
ταχὺ δὲ δὴ μάλα καὶ πάσης ἀνθρωπίνης κρεῖττον ἐπινοίας
ἐτετελείωτο.
[159]
τῇ γὰρ ἐκ τοῦ πλούτου χορηγίᾳ δαιμονίῳ χρησάμενος
ἔτι καὶ τοῖς ἔκπαλαι κατωρθωμένοις γραφῆς τε καὶ πλαστικῆς
ἔργοις αὐτὸ κατεκόσμησεν:
[160]
πάντα γὰρ εἰς ἐκεῖνον τὸν νεὼ
συνήχθη καὶ κατετέθη, δι᾽ ὧν τὴν θέαν ἄνθρωποι πρότερον περὶ
πᾶσαν ἐπλανῶντο τὴν οἰκουμένην, ἕως ἄλλο παρ᾽ ἄλλοις ἦν κείμενον
ἰδεῖν ποθοῦντες.
[161]
ἀνέθηκε δὲ ἐνταῦθα καὶ τὰ ἐκ τοῦ ἱεροῦ τῶν
Ἰουδαίων χρυσᾶ κατασκευάσματα σεμνυνόμενος ἐπ᾽ αὐτοῖς.
[162]
τὸν
δὲ νόμον αὐτῶν καὶ τὰ πορφυρᾶ τοῦ σηκοῦ καταπετάσματα προσέταξεν
ἐν τοῖς βασιλείοις ἀποθεμένους φυλάττειν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.