previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

Τὰ μὲν οὖν τῶν Ἱεροσολύμων πάθη προύκοπτεν καθ᾽ ἡμέραν ἐπὶ τὸ χεῖρον τῶν τε στασιαστῶν μᾶλλον παροξυνομένων ἐν ταῖς συμφοραῖς καὶ τοῦ λιμοῦ μετὰ τὸν δῆμον ἤδη κἀκείνους νεμομένου. [2] τό γε μὴν πλῆθος τῶν σεσωρευμένων ἀνὰ τὴν πόλιν πτωμάτων ὄψει τε φρικῶδες ἦν καὶ λοιμώδη προσέβαλλεν ὀσμὴν πρός τε τὰς ἐκδρομὰς ἐμπόδιον τοῖς μαχομένοις: ὥσπερ γὰρ διὰ παρατάξεως φόνῳ μυρίῳ γεγυμνασμένης χωροῦντας ἔδει τὰ σώματα πατεῖν. [3] οἱ δ᾽ ἐπιβαίνοντες οὔτ᾽ ἔφριττον οὔτ᾽ ἠλέουν οὔτε κλῃδόνα κακὴν σφῶν αὐτῶν ὑπελάμβανον τὴν εἰς τοὺς κατοιχομένους ὕβριν, [4] πεφυρμένοι δ᾽ ὁμοφύλῳ φόνῳ τὰς δεξιὰς ἐπὶ τὸν πρὸς τοὺς ἀλλοφύλους πόλεμον ἐξέθεον, ὀνειδίζοντες, ἔμοιγε δοκεῖν, τὸ θεῖον εἰς βραδυτῆτα τῆς ἐπ᾽ αὐτῶν κολάσεως: οὐ γὰρ ἐλπίδι νίκης πόλεμος, ἤδη δὲ ἀπογνώσει σωτηρίας ἐθρασύνετο. [5] Ῥωμαῖοι δὲ καίτοι πολλὰ περὶ τὴν τῆς ὕλης συγκομιδὴν ταλαιπωρούμενοι τὰ χώματα διήγειραν μιᾷ καὶ εἴκοσιν ἡμέραις, κείραντες, ὡς προείρηται, τὴν περὶ τὸ ἄστυ χώραν ἐπ᾽ ἐνενήκοντα σταδίους ἐν κύκλῳ πᾶσαν. [6] ἦν δ᾽ ἐλεεινὴ καὶ τῆς γῆς θέα: τὰ γὰρ πάλαι δένδρεσι καὶ παραδείσοις κεκοσμημένα τότε πανταχόθεν ἠρήμωτο καὶ περικέκοπτο τὴν ὕλην, [7] οὐδείς τε τὴν πάλαι Ἰουδαίαν καὶ τὰ περικαλλῆ προάστεια τῆς πόλεως ἑωρακὼς ἀλλόφυλος, ἔπειτα τὴν τότε βλέπων ἐρημίαν οὐκ ὠλοφύρατο καὶ κατεστέναξεν τὴν μεταβολὴν παρ᾽ ὅσον γένοιτο: [8] πάντα γὰρ ἐλυμήνατο τὰ σημεῖα τοῦ κάλλους πόλεμος, καὶ οὐκ ἄν τις ἐξαπίνης ἐπιστὰς τῶν προεγνωκότων ἐγνώρισε τὸν τόπον, ἀλλὰ παρὼν ἐζήτει τὴν πόλιν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: