previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[303]

Μεταστρατοπεδεύεται δὲ Τίτος εἴσω κατὰ τὴν Ἀσσυρίων παρεμβολὴν καλουμένην, ἐπισχὼν πᾶν τὸ μεταξὺ μέχρι τοῦ Κεδρῶνος, ἀπὸ δὲ τοῦ δευτέρου τείχους ὅσον ἐξωτέρω βέλους εἶναι: [304] προσβολὰς δ᾽ εὐθέως ἐποιεῖτο. ἐμμερισθέντες δὲ οἱ Ἰουδαῖοι καρτερῶς ἀπημύναντο τοῦ τείχους, οἱ μὲν περὶ τὸν Ἰωάννην ἀπό τε τῆς Ἀντωνίας καὶ τῆς προσαρκτίου στοᾶς τοῦ ἱεροῦ καὶ πρὸ τῶν Ἀλεξάνδρου τοῦ βασιλέως αὐτῶν μνημείων μαχόμενοι, τὸ δὲ τοῦ Σίμωνος τάγμα τὴν παρὰ τὸ Ἰωάννου τοῦ ἀρχιερέως μνημεῖον ἐμβολὴν διαλαβόντες ἐφράξαντο μέχρι πύλης καθ᾽ ἣν τὸ ὕδωρ ἐπὶ τὸν Ἱππικὸν πύργον εἰσῆκτο. [305] προπηδῶντές τε πολλάκις ἐκ τῶν πυλῶν συστάδην ἐπολέμουν καὶ συνδιωχθέντες ἀπὸ τοῦ τείχους κατὰ μὲν τὰς συμπλοκὰς ἡττῶντο τῆς Ῥωμαίων ἐπιστήμης ὄντες ἄπειροι, περιῆσαν δ᾽ ἐν ταῖς τειχομαχίαις. [306] καὶ τοὺς μὲν μετ᾽ ἰσχύος ἐμπειρία παρεκρότει, Ἰουδαίους δὲ τόλμα δέει τρεφομένη καὶ τὸ φύσει καρτερικὸν ἐν συμφοραῖς: προσῆν δ᾽ ἐλπὶς ἔτι σωτηρίας καὶ Ῥωμαίοις τοῦ ταχέως κρατήσειν. [307] οὐδετέρων δὲ ἥπτετο κόπος, ἀλλὰ προσβολαὶ καὶ τειχομαχίαι καὶ κατὰ λόχους ἐκδρομαὶ συνεχεῖς δι᾽ ὅλης ἡμέρας ἦσαν, οὐδ᾽ ἔστιν ἥτις ἰδέα μάχης ἀπελείπετο. [308] νὺξ δὲ ἀνέπαυε μόλις ἕωθεν ἀρχομένους: ἦν δ᾽ ἄυπνος ἀμφοτέροις καὶ χαλεπωτέρα τῆς ἡμέρας, δέει τῶν μὲν ὅσον οὔπω καταληφθήσεσθαι τὸ τεῖχος, τῶν δ᾽ ἐπιθήσεσθαι Ἰουδαίους τοῖς στρατοπέδοις, ἔν τε τοῖς ὅπλοις ἑκάτεροι διανυκτερεύοντες ὑπὸ τὰς πρώτας αὐγὰς ἕτοιμοι πρὸς μάχην ἦσαν. [309] καὶ παρὰ μὲν Ἰουδαίοις ἔρις ἦν ὅστις προκινδυνεύσας χαρίσαιτο τοῖς ἡγεμόσιν, μάλιστα δὲ τοῦ Σίμωνος αἰδὼς ἦν καὶ δέος, οὕτως τε προσεῖχεν ἕκαστος αὐτῷ τῶν ὑποτεταγμένων, ὡς καὶ πρὸς αὐτοχειρίαν ἑτοιμότατος εἶναι κελεύσαντος: [310] Ῥωμαίοις δὲ ἐπ᾽ ἀνδρείαν ἦν προτροπὴ τοῦ τε κρατεῖν ἔθος καὶ ἥττης ἀήθεια συνεχής τε στρατεία καὶ διηνεκεῖς μελέται καὶ μέγεθος ἡγεμονίας, πρὸ δὲ πάντων Τίτος ἀεὶ πᾶσιν πανταχοῦ παρατυγχάνων. [311] τό τε γὰρ μαλακισθῆναι παρόντος καὶ συναγωνιζομένου Καίσαρος δεινὸν ἐδόκει, καὶ τῷ καλῶς ἀγωνισαμένῳ μάρτυς αὐτὸς καὶ τιμήσων παρῆν: κέρδος δ᾽ ἦν ἤδη καὶ τὸ γνωσθῆναι Καίσαρι γενναῖον ὄντα. διὰ τοῦτο πολλοὶ τῆς κατὰ σφᾶς ἰσχύος ἀμείνους τῇ προθυμίᾳ διεφάνησαν. [312] παραταξαμένων γοῦν κατὰ ταύτας τὰς ἡμέρας τῶν Ἰουδαίων πρὸ τοῦ τείχους καρτερῷ στίφει καὶ διακοντιζομένων ἔτι πόρρωθεν τῶν ταγμάτων ἑκατέρων Λογγῖνός τις τῶν ἱππέων ἐξαλλόμενος τῆς Ῥωμαϊκῆς τάξεως ἐμπηδᾷ μέσῃ τῇ τῶν Ἰουδαίων φάλαγγι, [313] καὶ διασκεδασθέντων πρὸς τὴν ἐμβολὴν δύο τοὺς γενναιοτάτους ἀναιρεῖ, τὸν μὲν κατὰ στόμα πλήξας ὑπαντιάσαντα, τὸν δ᾽ ἀνασπάσας ἐκ τοῦ προτέρου τὸ δόρυ κατὰ πλευρὰν διαπείρει τραπόμενον, ἐκ μέσων τε τῶν πολεμίων ἄτρωτος εἰς τοὺς σφετέρους ἔδραμεν. [314] μὲν οὖν δι᾽ ἀρετὴν ἐπίσημος ἦν, ζηλωταὶ δὲ τῆς ἀνδρείας ἐγίνοντο πολλοί. [315] καὶ Ἰουδαῖοι μὲν ἀμελοῦντες τοῦ παθεῖν τὸ διαθεῖναι μόνον ἐσκόπουν, τε θάνατος αὐτοῖς ἐδόκει κουφότατος εἰ μετὰ τοῦ κτεῖναί τινα τῶν πολεμίων προσπέσοι: [316] Τίτος δὲ τῆς τῶν στρατιωτῶν ἀσφαλείας οὐχ ἧττον τοῦ κρατεῖν προυνόει, καὶ τὴν μὲν ἀπερίσκεπτον ὁρμὴν ἀπόνοιαν λέγων, μόνην δ᾽ ἀρετὴν τὴν μετὰ προνοίας καὶ τοῦ μηδὲν τὸν δρῶντα παθεῖν, ἐν ἀκινδύνῳ τῷ κατὰ σφᾶς ἐκέλευσεν ἀνδρίζεσθαι.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: