previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[567]

Καὶ τί δεῖ κατὰ μέρος ἐκδιηγεῖσθαι τὰς συμφοράς; ἀλλὰ πρὸς Τίτον ἐν ταύταις ταῖς ἡμέραις Μαννέος Λαζάρου φυγὼν διὰ μιᾶς ἔλεγεν ἐκκεκομίσθαι πύλης, ἣν αὐτὸς ἐπεπίστευτο, μυριάδας ἕνδεκα νεκρῶν ἐπὶ πεντακισχιλίοις ὀκτακοσίοις ὀγδοήκοντα, ἀφ᾽ ἧς αὐτοῖς ἡμέρας παρεστρατοπεδεύσατο τεσσαρεσκαιδεκάτῃ Ξανθικοῦ μηνὸς ἄχρι Πανέμου νουμηνίας. [568] τοῦτο δ᾽ ἦν πλῆθος ἀπόρων: καὶ οὐδὲ αὐτὸς ἐφεστώς, ἀλλὰ δημοσίᾳ μισθὸν διδοὺς ἐξ ἀνάγκης ἠρίθμει. τοὺς δὲ λοιποὺς οἱ προσήκοντες ἔθαπτον: ταφὴ δ᾽ ἦν τὸ προκομίσαντας ἐκ τοῦ ἄστεος ῥῖψαι. [569] μετὰ δὲ τοῦτον διαδράντες πολλοὶ τῶν ἐπισήμων τὰς πάσας τῶν ἀπόρων νεκρῶν ἀπήγγελλον μυριάδας ἑξήκοντα διὰ τῶν πυλῶν ἐκριφῆναι, τῶν δ᾽ ἄλλων ἀνεξερεύνητον εἶναι τὸν ἀριθμόν. [570] μηκέτι δ᾽ εὐτονούντων τοὺς πτωχοὺς ἐκφέρειν [ἔλεγον] συσσωρεύοντας εἰς τοὺς μεγίστους οἴκους τὰ πτώματα ἀποκλείειν. [571] καὶ τοῦ μὲν σίτου τὸ μέτρον πραθῆναι ταλάντου, μετὰ ταῦτα δ᾽ ὡς οὐδὲ ποηλογεῖν ἔθ᾽ οἷόν τ᾽ ἦν περιτειχισθείσης τῆς πόλεως, προελθεῖν τινας εἰς τοσοῦτον ἀνάγκης, ὥστε τὰς ἀμάρας ἐρευνῶντας καὶ παλαιὸν ὄνθον βοῶν προσφέρεσθαι τὰ ἐκ τούτων σκύβαλα, καὶ τὸ μηδ᾽ ὄψει φορητὸν πάλαι τότε γενέσθαι τροφήν. [572] ταῦτα Ῥωμαῖοι μὲν ἀκούοντες ἠλέησαν, οἱ στασιασταὶ δὲ καὶ βλέποντες οὐ μετενόουν, ἀλλ᾽ ἠνείχοντο μέχρις αὐτῶν προελθεῖν: πεπήρωντο γὰρ ὑπὸ τοῦ χρεών, τῇ τε πόλει καὶ αὐτοῖς ἤδη παρῆν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: