previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[491]

Τίτος δὲ μετὰ τῶν ἡγεμόνων ἐβουλεύετο, καὶ τοῖς μὲν θερμοτέροις πᾶσαν ἐδόκει προσφέρειν τὴν δύναμιν ἀποπειρᾶσθαί τε τοῦ τείχους βίᾳ: [492] μέχρι μὲν γὰρ νῦν κατὰ σπάσμα Ἰουδαίοις συμπεπλέχθαι, προσιόντων δ᾽ ἀθρόων οὐδὲ τὴν ἔφοδον οἴσειν: [493] καταχωσθήσεσθαι γὰρ ὑπὸ τῶν βελῶν. τῶν δ᾽ ἀσφαλεστέρων οἱ μὲν καὶ τὰ χώματα ποιεῖν πάλιν, οἱ δὲ καὶ δίχα τούτων προσκαθέζεσθαι μόνον παραφυλάττοντας τάς τε ἐξόδους αὐτῶν καὶ τὰς εἰσκομιδὰς τῶν ἐπιτηδείων παρῄνουν καὶ τῷ λιμῷ καταλείπειν τὴν πόλιν, μηδὲ συμπλέκεσθαι κατὰ χεῖρα τοῖς πολεμίοις: [494] ἄμαχον γὰρ εἶναι τὴν ἀπόγνωσιν οἷς εὐχὴ μὲν τὸ σιδήρῳ πεσεῖν, ἀπόκειται δὲ καὶ δίχα τούτου πάθος χαλεπώτερον. [495] αὐτῷ δὲ τὸ μὲν ἀργεῖν καθόλου μετὰ τοσαύτης δυνάμεως οὐκ ἐδόκει πρέπειν καὶ τὸ μάχεσθαι περιττὸν πρὸς ἀλλήλων φθαρησομένοις, [496] βάλλεσθαι δὲ χώματα δύσεργον ἀπέφαινεν ὕλης ἀπορίᾳ καὶ τὸ παραφυλάττειν τὰς ἐξόδους δυσεργότερον: κυκλώσασθαί τε γὰρ τῇ στρατιᾷ τὴν πόλιν διὰ μέγεθος καὶ δυσχωρίαν οὐκ εὐμαρὲς εἶναι καὶ σφαλερὸν ἄλλως πρὸς τὰς ἐπιθέσεις. [497] τῶν δὲ φανερῶν φυλαττομένων ἀφανεῖς ἐπινοεῖσθαι Ἰουδαίοις ὁδοὺς κατά τε ἀνάγκην καὶ δι᾽ ἐμπειρίαν: εἰ δέ τι λάθρα παρεισκομισθήσοιτο, τριβὴν ἔσεσθαι πλείονα τῇ πολιορκίᾳ. [498] δεδιέναι τε μὴ τὴν δόξαν τοῦ κατορθώματος αὐτῷ τὸ μῆκος ἐλαττώσῃ τοῦ χρόνου: τούτῳ μὲν γὰρ εἶναι πᾶν ἀνύσιμον, πρὸς δὲ τῆς εὐκλείας τὸ τάχος. [499] δεῖν γε μήν, εἰ καὶ τῷ τάχει μετ᾽ ἀσφαλείας βούλοιτο χρήσασθαι, περιτειχίζειν ὅλην τὴν πόλιν: μόνως γὰρ οὕτως ἂν πάσας ἀποφράξαι τὰς ἐξόδους, καὶ Ἰουδαίους πρὸς ἅπαντα ἀπογνόντας τὴν σωτηρίαν παραδώσειν τὴν πόλιν λιμώττοντας χειρωθήσεσθαι ῥᾳδίως: [500] οὐδὲ γὰρ ἠρεμήσειν αὐτὸς ἄλλως, ἀλλὰ καὶ τῶν χωμάτων ἐπιμελήσεσθαι πάλιν χρώμενος τοῖς κωλύουσιν ἀτονωτέροις. [501] εἰ δέ τῳ μέγα δοκεῖ καὶ δυσήνυτον τὸ ἔργον, χρῆναι σκοπεῖν, ὡς οὔτε Ῥωμαίοις τι μικρὸν ἐνεργεῖν πρέπει, καὶ δίχα πόνου κατορθοῦν τι τῶν μεγάλων οὐδενὶ ῥᾴδιον.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: