previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[459]

Παρὰ μέντοι τὴν Ἱεριχοῦν ἐστι πηγὴ δαψιλής τε καὶ πρὸς ἀρδείας λιπαρωτάτη παρὰ τὴν παλαιὰν ἀναβλύζουσα πόλιν, ἣν Ἰησοῦς Ναυῆ παῖς στρατηγὸς Ἑβραίων πρώτην εἷλε γῆς Χαναναίων δορίκτητον. [460] ταύτην τὴν πηγὴν λόγος ἔχει κατ᾽ ἀρχὰς οὐ μόνον γῆς καὶ δένδρων καρποὺς ἀπαμβλύνειν, ἀλλὰ καὶ γυναικῶν γονάς, καθόλου τε πᾶσιν εἶναι νοσώδη τε καὶ φθαρτικήν, ἐξημερωθῆναι δὲ καὶ γενέσθαι τοὐναντίον ὑγιεινοτάτην τε καὶ γονιμωτάτην ὑπὸ Ἐλισσαίου τοῦ προφήτου: γνώριμος δ᾽ ἦν οὗτος Ἠλία καὶ διάδοχος: [461] ὃς ἐπιξενωθεὶς τοῖς κατὰ τὴν Ἱεριχοῦν, περισσὸν δή τι φιλοφρονησαμένων αὐτὸν τῶν ἀνθρώπων αὐτούς τε ἀμείβεται καὶ τὴν χώραν αἰωνίῳ χάριτι. [462] προελθὼν γὰρ ἐπὶ τὴν πηγὴν καὶ καταβαλὼν εἰς τὸ ῥεῦμα πλῆρες ἁλῶν ἀγγεῖον κεράμου, ἔπειτα εἰς οὐρανὸν δεξιὰν ἀνατείνας δικαίαν κἀπὶ γῆς σπονδὰς μειλικτηρίους χεόμενος, τὴν μὲν ᾐτεῖτο μαλάξαι τὸ ῥεῦμα καὶ γλυκυτέρας φλέβας ἀνοῖξαι, [463] τὸν δὲ ἐγκεράσασθαι τῷ ῥεύματι γονιμωτέρους [τε] ἀέρας δοῦναί τε ἅμα καὶ καρπῶν εὐθηνίαν τοῖς ἐπιχωρίοις καὶ τέκνων διαδοχήν, μηδ᾽ ἐπιλιπεῖν αὐτοῖς τὸ τούτων γεννητικὸν ὕδωρ, ἕως μένουσι δίκαιοι. [464] ταύταις ταῖς εὐχαῖς πολλὰ προσχειρουργήσας ἐξ ἐπιστήμης ἔτρεψε τὴν πηγήν, καὶ τὸ πρὶν ὀρφανίας αὐτοῖς καὶ λιμοῦ παραίτιον ὕδωρ ἔκτοτε εὐτεκνίας καὶ κόρου χορηγὸν κατέστη. [465] τοσαύτην γοῦν ἐν ταῖς ἀρδείαις ἔχει δύναμιν ὡς, εἰ καὶ μόνον ἐφάψαιτο τῆς χώρας, νοστιμώτερον εἶναι τῶν μέχρι κόρου χρονιζόντων. [466] παρὸ καὶ τῶν [μὲν] δαψιλεστέρως χρωμένων ὄνησίς ἐστιν ὀλίγη, τούτου δὲ τοῦ ὀλίγου χορηγία δαψιλής. [467] ἄρδει γοῦν πλέονα τῶν ἄλλων ἁπάντων, καὶ πεδίον μὲν ἔπεισιν ἑβδομήκοντα σταδίων μῆκος εὖρος δ᾽ εἴκοσιν, ἐκτρέφει δ᾽ ἐν αὐτῷ παραδείσους καλλίστους τε καὶ πυκνοτάτους. [468] τῶν δὲ φοινίκων ἐπαρδομένων γένη πολλὰ ταῖς γεύσεσι καὶ ταῖς παρηγορίαις διάφορα: τούτων οἱ πιότεροι πατούμενοι καὶ μέλι δαψιλὲς ἀνιᾶσιν οὐ πολλῷ τοῦ λοιποῦ χεῖρον. [469] καὶ μελιττοτρόφος δὲ χώρα: φέρει δὲ καὶ ὀποβάλσαμον, δὴ τιμιώτατον τῶν τῇδε καρπῶν, κύπρον τε καὶ μυροβάλανον, ὡς οὐκ ἂν ἁμαρτεῖν τινα εἰπόντα θεῖον εἶναι τὸ χωρίον, ἐν δαψιλῆ τὰ σπανιώτατα καὶ κάλλιστα γεννᾶται. [470] τῶν μὲν γὰρ ἄλλων αὐτῷ καρπῶν ἕνεκεν οὐκ ἂν ῥᾳδίως τι παραβληθείη κλίμα τῆς οἰκουμένης: οὕτως τὸ καταβληθὲν πολύχουν ἀναδίδωσιν. [471] αἴτιόν μοι δοκεῖ τὸ θερμὸν τῶν ἀέρων καὶ τὸ τῶν ὑδάτων εὔτονον, τῶν μὲν προκαλουμένων τὰ φυόμενα καὶ διαχεόντων, τῆς δὲ ἰκμάδος ῥιζούσης ἕκαστον ἰσχυρῶς καὶ χορηγούσης τὴν ἐν θέρει δύναμιν: περικαὲς δέ ἐστιν οὕτως τὸ χωρίον, ὡς μηδένα ῥᾳδίως προϊέναι. [472] τὸ δὲ ὕδωρ πρὸ ἀνατολῆς ἀντλούμενον, ἔπειτα ἐξαιθριασθὲν γίνεται ψυχρότατον καὶ τὴν ἐναντίαν πρὸς τὸ περιέχον φύσιν λαμβάνει, χειμῶνος δὲ ἀνάπαλιν χλιαίνεται καὶ τοῖς ἐμβαίνουσι γίνεται προσηνέστατον. [473] ἔστι δὲ καὶ τὸ περιέχον οὕτως εὔκρατον, ὡς λινοῦν ἀμφιέννυσθαι τοὺς ἐπιχωρίους νιφομένης τῆς ἄλλης Ἰουδαίας. [474] ἀπέχει δὲ ἀπὸ Ἱεροσολύμων μὲν σταδίους ἑκατὸν πεντήκοντα, τοῦ δὲ Ἰορδάνου ἑξήκοντα, καὶ τὸ μὲν μέχρι Ἱεροσολύμων αὐτῆς ἔρημον καὶ πετρῶδες, τὸ δὲ μέχρι τοῦ Ἰορδάνου καὶ τῆς Ἀσφαλτίτιδος χθαμαλώτερον μέν, ἔρημον δὲ ὁμοίως καὶ ἄκαρπον. [475] ἀλλὰ γὰρ τὰ μὲν περὶ Ἱεριχοῦν εὐδαιμονεστάτην οὖσαν ἀποχρώντως δεδήλωται.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: