previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[305]

Συνεδόκει ταῦτα τοῖς Ἰδουμαίοις, καὶ διὰ τῆς πόλεως ἀνέβαινον πρὸς τὸ ἱερόν, μετέωροί τε οἱ ζηλωταὶ τὴν ἄφιξιν αὐτῶν ἐκαραδόκουν. καὶ παριόντων εἴσω καὶ αὐτοὶ θαρροῦντες προῄεσαν ἐκ τοῦ ἐνδοτέρου ἱεροῦ. [306] μιγέντες δὲ τοῖς Ἰδουμαίοις προσέβαλλον ταῖς φυλακαῖς, καὶ τινὰς μὲν τῶν προκοιτούντων ἀπέσφαξαν κοιμωμένους, πρὸς δὲ τὴν τῶν ἐγρηγορότων βοὴν διανέστη πᾶν τὸ πλῆθος καὶ μετ᾽ ἐκπλήξεως ἁρπάζοντες τὰ ὅπλα πρὸς τὴν ἄμυναν ἐχώρουν. [307] ἕως μὲν οὖν μόνους τοὺς ζηλωτὰς ἐπιχειρεῖν ὑπελάμβανον, ἐθάρρουν ὡς τῷ πλήθει περιεσόμενοι, κατιδόντες δὲ ἔξωθεν ἐπιχεομένους ἄλλους ᾔσθοντο τὴν εἰσβολὴν τῶν Ἰδουμαίων, [308] καὶ τὸ μὲν πλέον αὐτῶν ἅμα ταῖς ψυχαῖς κατέβαλλε τὰ ὅπλα καὶ πρὸς οἰμωγαῖς ἦν, φραξάμενοι δὲ ὀλίγοι τῶν νέων γενναίως ἐδέχοντο τοὺς Ἰδουμαίους καὶ μέχρι πολλοῦ τὴν ἀργοτέραν πληθὺν ἔσκεπον. [309] οἱ δὲ κραυγῇ διεσήμαινον τοῖς κατὰ τὴν πόλιν τὰς συμφοράς, κἀκείνων ἀμῦναι μὲν οὐδεὶς ἐτόλμησεν, ὡς ἔμαθον εἰσπεπαικότας τοὺς Ἰδουμαίους, ἀργὰ δ᾽ ἀντεβόων καὶ ἀντωλοφύροντο, καὶ πολὺς κωκυτὸς γυναικῶν ἠγείρετο κινδυνεύοντος ἑκάστῃ τινὸς τῶν φυλάκων. [310] οἱ δὲ ζηλωταὶ τοῖς Ἰδουμαίοις συνεπηλάλαζον καὶ τὴν ἐκ πάντων βοὴν χειμὼν ἐποίει φοβερωτέραν. ἐφείδοντό τε οὐδενὸς Ἰδουμαῖοι φύσει τε ὠμότατοι φονεύειν ὄντες καὶ τῷ χειμῶνι κεκακωμένοι κατὰ τῶν ἀποκλεισάντων ἐχρῶντο τοῖς θυμοῖς: [311] ἦσαν δ᾽ ὅμοιοι τοῖς ἱκετεύουσι καὶ τοῖς ἀμυνομένοις καὶ πολλοὺς τήν τε συγγένειαν ἀναμιμνήσκοντας καὶ δεομένους τοῦ κοινοῦ ἱεροῦ λαβεῖν αἰδῶ διήλαυνον τοῖς ξίφεσιν. [312] ἦν δὲ φυγῆς μὲν οὐδεὶς τόπος οὐδὲ σωτηρίας ἐλπίς, συνωθούμενοι δὲ περὶ ἀλλήλους κατεκόπτοντο, καὶ τὸ πλέον ἐκβιαζόμενοι. ὡς οὐκέτ᾽ ἦν ὑποχωρήσεως τόπος ἐπῄεσαν δὲ οἱ φονεύοντες, ὑπ᾽ ἀμηχανίας κατεκρήμνιζον ἑαυτοὺς εἰς τὴν πόλιν, οἰκτρότερον ἔμοιγε δοκεῖν οὗ διέφευγον ὀλέθρου τὸν αὐθαίρετον ὑπομένοντες. [313] ἐπεκλύσθη δὲ τὸ ἔξωθεν ἱερὸν πᾶν αἵματι, καὶ νεκροὺς ὀκτακισχιλίους πεντακοσίους ἡμέρα κατελάμβανεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (3 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: