previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[283]

Τούτοις τὸ μὲν τῶν Ἰδουμαίων ἐπεβόα πλῆθος, δὲ Ἰησοῦς ἀθυμῶν ἀνεχώρει τοὺς μὲν Ἰδουμαίους μηδὲν φρονοῦντας ὁρῶν μέτριον, διχόθεν δὲ τὴν πόλιν πολεμουμένην. [284] ἦν δὲ οὐδὲ τοῖς Ἰδουμαίοις ἐν ἠρεμίᾳ τὰ φρονήματα: καὶ γὰρ τεθύμωντο πρὸς τὴν ὕβριν εἰρχθέντες τῆς πόλεως καὶ τὰ τῶν ζηλωτῶν ἰσχυρὰ δοκοῦντες ὡς οὐδὲν ἐπαμύνοντας ἑώρων, ἠποροῦντο καὶ μετενόουν πολλοὶ τὴν ἄφιξιν. [285] δὲ αἰδὼς τοῦ τέλεον ἀπράκτους ὑποστρέφειν ἐνίκα τὴν μεταμέλειαν, ὥστε μένειν αὐτόθι πρὸ τοῦ τείχους κακῶς αὐλιζομένους: [286] διὰ γὰρ τῆς νυκτὸς ἀμήχανος ἐκρήγνυται χειμὼν ἄνεμοί τε βίαιοι σὺν ὄμβροις λαβροτάτοις καὶ συνεχεῖς ἀστραπαὶ βρονταί τε φρικώδεις καὶ μυκήματα σειομένης τῆς γῆς ἐξαίσια. [287] πρόδηλον δὲ ἦν ἐπ᾽ ἀνθρώπων ὀλέθρῳ τὸ κατάστημα τῶν ὅλων συγκεχυμένον, καὶ οὐχὶ μικροῦ τις ἂν εἰκάσαι συμπτώματος τὰ τέρατα.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: