previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[270]

Τοιαῦτα μὲν Ἰησοῦς ἔλεγε: τῶν δὲ Ἰδουμαίων οὔτε τὸ πλῆθος προσεῖχεν, ἀλλὰ τεθύμωτο μὴ τυχὸν ἑτοίμης τῆς εἰσόδου, καὶ διηγανάκτουν οἱ στρατηγοὶ πρὸς ἀπόθεσιν τῶν ὅπλων αἰχμαλωσίαν ἡγούμενοι τὸ κελευόντων τινῶν αὐτὰ ῥῖψαι. [271] Σίμων δὲ υἱὸς Κααθὰ τῶν ἡγεμόνων εἷς, μόλις τῶν οἰκείων καταστείλας τὸν θόρυβον καὶ στὰς εἰς ἐπήκοον τοῖς ἀρχιερεῦσιν, [272] οὐκέτι θαυμάζειν ἔφη φρουρουμένων ἐν τῷ ἱερῷ τῶν προμάχων τῆς ἐλευθερίας, εἴ γε καὶ τῷ ἔθνει κλείουσί τινες ἤδη τὴν κοινὴν πόλιν, [273] καὶ Ῥωμαίους μὲν εἰσδέχεσθαι παρασκευάζονται τάχα καὶ στεφανώσαντες τὰς πύλας, Ἰδουμαίοις δὲ ἀπὸ τῶν πύργων διαλέγονται καὶ τὰ ὑπὲρ τῆς ἐλευθερίας ὅπλα κελεύουσι ῥῖψαι, [274] μὴ πιστεύοντες δὲ τοῖς συγγενέσι τὴν τῆς μητροπόλεως φυλακὴν τοὺς αὐτοὺς δικαστὰς ποιοῦνται τῶν διαφόρων, καὶ κατηγοροῦντές τινων ὡς ἀποκτείνειαν ἀκρίτους, αὐτοὶ καταδικάζοιεν ὅλου τοῦ ἔθνους ἀτιμίαν: [275] τὴν γοῦν ἅπασι τοῖς ἀλλοφύλοις ἀναπεπταμένην εἰς θρησκείαν πόλιν τοῖς οἰκείοις νῦν ἀποτετείχισθε. [276] πάνυ γὰρ ἐπὶ σφαγὰς ἐσπεύδομεν καὶ τὸν κατὰ τῶν ὁμοφύλων πόλεμον οἱ διὰ τοῦτο ταχύναντες, ἵν᾽ ὑμᾶς τηρήσωμεν ἐλευθέρους. [277] τοιαῦτα μέντοι καὶ πρὸς τῶν φρουρουμένων ἠδίκησθε, καὶ πιθανὰς οὕτως ὑποψίας οἶμαι κατ᾽ ἐκείνων συνελέξατε. [278] ἔπειτα τῶν ἔνδον φρουρᾷ κρατοῦντες ὅσοι κήδονται τῶν κοινῶν πραγμάτων, καὶ τοῖς συγγενεστάτοις ἔθνεσιν ἀθρόοις ἀποκλείσαντες μὲν τὴν πόλιν ὑβριστικὰ δ᾽ οὕτως προστάγματα κελεύοντες, τυραννεῖσθαι λέγετε καὶ τὸ τῆς δυναστείας ὄνομα τοῖς ὑφ᾽ ὑμῶν τυραννουμένοις περιάπτετε. [279] τίς ἂν ἐνέγκαι τὴν εἰρωνείαν τῶν λόγων ἀφορῶν εἰς τὴν ἐναντιότητα τῶν πραγμάτων; εἰ μὴ καὶ νῦν ὑμᾶς ἀποκλείουσιν Ἰδουμαῖοι τῆς μητροπόλεως, οὓς αὐτοὶ τῶν πατρίων ἱερῶν εἴργετε. [280] μέμψαιτ᾽ ἂν εἰκότως τις τοὺς ἐν τῷ ἱερῷ πολιορκουμένους, ὅτι θαρσήσαντες τοὺς προδότας κολάζειν, οὓς ὑμεῖς ἄνδρας ἐπισήμους καὶ ἀκαταιτιάτους λέγετε διὰ τὴν κοινωνίαν, οὐκ ἀφ᾽ ὑμῶν ἤρξαντο καὶ τὰ καιριώτατα τῆς προδοσίας μέρη προαπέκοψαν. [281] ἀλλ᾽ εἰ κἀκεῖνοι τῆς χρείας ἐγένοντο μαλακώτεροι, τηρήσομεν Ἰδουμαῖοι τὸν οἶκον τοῦ θεοῦ καὶ τῆς κοινῆς πατρίδος προπολεμήσομεν ἅμα τούς τε ἔξωθεν ἐπιόντας καὶ τοὺς ἔνδον προδιδόντας ἀμυνόμενοι πολεμίους. [282] ἐνθάδε πρὸ τῶν τειχῶν μενοῦμεν ἐν τοῖς ὅπλοις, ἕως ἂν Ῥωμαῖοι κάμωσι προσέχοντες ὑμῖν ὑμεῖς ἐλεύθερα φρονήσαντες μεταβάλησθε.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: