This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[147]
Συνέβη δὲ εἰς τοσοῦτον τὸν μὲν δῆμον ταπεινότητος καὶ
δέους, ἐκείνους δὲ ἀπονοίας προελθεῖν, ὡς ἐπ᾽ αὐτοῖς εἶναι καὶ τὰς
χειροτονίας τῶν ἀρχιερέων.
[148]
ἄκυρα γοῦν τὰ γένη ποιήσαντες, ἐξ ὧν
κατὰ διαδοχὰς οἱ ἀρχιερεῖς ἀπεδείκνυντο, καθίστασαν ἀσήμους καὶ
ἀγενεῖς, ἵν᾽ ἔχοιεν συνεργοὺς τῶν ἀσεβημάτων:
[149]
τοῖς γὰρ παρ᾽ ἀξίαν
ἐπιτυχοῦσι τῆς ἀνωτάτω τιμῆς ὑπακούειν ἦν ἀνάγκη τοῖς παρασχοῦσι.
[150]
συνέκρουον δὲ καὶ τοὺς ἐν τέλει ποικίλαις ἐπινοίαις καὶ
λογοποιίαις, καιρὸν ἑαυτοῖς ἐν ταῖς πρὸς ἀλλήλους τῶν κωλυόντων
φιλονεικίαις ποιούμενοι, μέχρι τῶν εἰς ἀνθρώπους ὑπερεμπλησθέντες
ἀδικημάτων ἐπὶ τὸ θεῖον μετήνεγκαν τὴν ὕβριν καὶ μεμιασμένοις
τοῖς ποσὶ παρῄεσαν εἰς τὸ ἅγιον.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.