previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[208]

Γίνεται δὲ τούτοις πᾶσιν ὀλέθρου παραίτιος Ἰωάννης, ὃν ἔφαμεν ἀπὸ Γισχάλων διαδρᾶναι, δολιώτατος ἀνὴρ καὶ δεινὸν ἔρωτα τυραννίδος ἐν τῇ ψυχῇ περιφέρων, ὃς πόρρωθεν ἐπεβούλευε τοῖς πράγμασιν. [209] καὶ δὴ τότε τὰ τοῦ δήμου φρονεῖν ὑποκρινόμενος συμπεριῄει μὲν τῷ Ἀνάνῳ βουλευομένῳ σὺν τοῖς δυνατοῖς μεθ᾽ ἡμέραν καὶ νύκτωρ ἐπιόντι τὰς φυλακάς, διήγγελλε δὲ τὰ ἀπόρρητα τοῖς ζηλωταῖς, καὶ πᾶν σκέμμα τοῦ δήμου πρὶν καλῶς βουλευθῆναι παρὰ τοῖς ἐχθροῖς ἐγινώσκετο δι᾽ αὐτοῦ. [210] μηχανώμενος δὲ τὸ μὴ δι᾽ ὑποψίας ἐλθεῖν ἀμέτροις ἐχρῆτο ταῖς θεραπείαις εἰς τόν τε Ἄνανον καὶ τοὺς τοῦ δήμου προεστῶτας. [211] ἐχώρει δ᾽ εἰς τοὐναντίον αὐτῷ τὸ φιλότιμον: διὰ γὰρ τὰς ἀλόγους κολακείας μᾶλλον ὑπωπτεύετο, καὶ τὸ πανταχοῦ παρεῖναι μὴ καλούμενον ἔμφασιν προδοσίας τῶν ἀπορρήτων παρεῖχε. [212] συνεώρων μὲν γὰρ αἰσθανομένους ἅπαντα τοὺς ἐχθροὺς τῶν παρ᾽ αὐτοῖς βουλευμάτων, πιθανώτερος δ᾽ οὐδεὶς ἦν Ἰωάννου πρὸς ὑποψίας τοῦ διαγγέλλειν. [213] ἀποσκευάσασθαι μὲν οὖν αὐτὸν οὐκ ἦν ῥᾴδιον ὄντα δυνατὸν ἐκ πονηρίας καὶ ἄλλως οὐ τῶν ἀσήμων ὑπεζωσμένον τε πολλοὺς τῶν συνεδρευόντων τοῖς ὅπλοις, ἐδόκει δὲ αὐτὸν ὅρκοις πιστώσασθαι πρὸς εὔνοιαν. [214] ὤμνυε δ᾽ Ἰωάννης ἑτοίμως εὐνοήσειν τε τῷ δήμῳ καὶ μήτε βουλήν τινα μήτε πρᾶξιν προδώσειν τοῖς ἐχθροῖς, συγκαταλύσειν δὲ τοὺς ἐπιτιθεμένους καὶ χειρὶ καὶ γνώμῃ. [215] οἱ δὲ περὶ τὸν Ἄνανον πιστεύσαντες τοῖς ὅρκοις ἤδη χωρὶς ὑπονοίας εἰς τὰς συμβουλίας αὐτὸν παρελάμβανον, καὶ δὴ καὶ πρεσβευτὴν εἰσπέμπουσι πρὸς τοὺς ζηλωτὰς περὶ διαλύσεων: ἦν γὰρ αὐτοῖς σπουδὴ τὸ παρ᾽ αὐτοῖς μὴ μιᾶναι τὸ ἱερὸν μηδέ τινα τῶν ὁμοφύλων ἐν αὐτῷ πεσεῖν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: