previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[162]

Καὶ δὴ συνελθόντος τοῦ πλήθους εἰς ἐκκλησίαν καὶ πάντων ἀγανακτούντων μὲν ἐπὶ τῇ καταλήψει τῶν ἁγίων ταῖς τε ἁρπαγαῖς καὶ τοῖς πεφονευμένοις, οὔπω δὲ πρὸς τὴν ἄμυναν ὡρμημένων τῷ δυσεπιχειρήτους, ὅπερ ἦν, τοὺς ζηλωτὰς ὑπολαμβάνειν, καταστὰς ἐν μέσοις Ἄνανος καὶ πολλάκις εἰς τὸν ναὸν ἀπιδὼν ἐμπλήσας τε τοὺς ὀφθαλμοὺς δακρύων καλόν γε, [163] εἶπεν, ἦν ἐμοὶ τεθνάναι πρὶν ἐπιδεῖν τὸν οἶκον τοῦ θεοῦ τοσούτοις ἄγεσι καταγέμοντα καὶ τὰς ἀβάτους καὶ ἁγίας χώρας ποσὶ μιαιφόνων στενοχωρουμένας. [164] ἀλλὰ περικείμενος τὴν ἀρχιερατικὴν ἐσθῆτα καὶ τὸ τιμιώτατον καλούμενος τῶν σεβασμίων ὀνομάτων, ζῶ καὶ φιλοψυχῶ, μηδ᾽ ὑπὲρ τοὐμοῦ γήρως ὑπομένων εὐκλεῆ θάνατονεἰ δεῖ μὴ μόνος εἰμὶ καὶ καθάπερ ἐν ἐρημίᾳ τὴν ἐμαυτοῦ ψυχὴν ἐπιδώσω μόνην ὑπὲρ τοῦ θεοῦ. [165] τί γὰρ καὶ δεῖ ζῆν ἐν δήμῳ συμφορῶν ἀναισθητοῦντι καὶ παρ᾽ οἷς ἀπόλωλεν τῶν ἐν χερσὶ παθῶν ἀντίληψις; ἁρπαζόμενοι γοῦν ἀνέχεσθε καὶ τυπτόμενοι σιωπᾶτε, καὶ τοῖς φονευομένοις οὐδ᾽ ἐπιστένει τις ἀναφανδόν. [166] τῆς πικρᾶς τυραννίδος. τί [δὲ] μέμφομαι τοὺς τυράννους; μὴ γὰρ οὐκ ἐτράφησαν ὑφ᾽ ὑμῶν καὶ τῆς ὑμετέρας ἀνεξικακίας; [167] μὴ γὰρ οὐχ ὑμεῖς περιιδόντες τοὺς πρώτους συνισταμένους, ἔτι δ᾽ ἦσαν ὀλίγοι, πλείους ἐποιήσατε τῇ σιωπῇ καὶ καθοπλιζομένων ἠρεμοῦντες καθ᾽ ἑαυτῶν ἐπεστρέψατε τὰ ὅπλα, [168] δέον τὰς πρώτας αὐτῶν ἐπικόπτειν ὁρμάς, ὅτε λοιδορίαις καθήπτοντο τῶν συγγενῶν, ὑμεῖς δὲ ἀμελήσαντες ἐφ᾽ ἁρπαγὰς παρωξύνατε τοὺς ἀλιτηρίους, καὶ πορθουμένων οἴκων λόγος ἦν οὐδείς: τοιγαροῦν αὐτοὺς ἥρπαζον τοὺς δεσπότας, καὶ συρομένοις διὰ μέσης τῆς πόλεως οὐδεὶς ἐπήμυνεν. [169] οἱ δὲ καὶ δεσμοῖς ᾐκίσαντο τοὺς ὑφ᾽ ὑμῶν προδοθέντας, ἐῶ λέγειν πόσους καὶ ποδαπούς: ἀλλ᾽ ἀκαταιτιάτοις ἀκρίτοις οὐδεὶς ἐβοήθησε τοῖς δεδεμένοις. [170] ἀκόλουθον ἦν ἐπιδεῖν τοὺς αὐτοὺς φονευομένους. ἐπείδομεν καὶ τοῦτο καθάπερ ἐξ ἀγέλης ζῴων ἀλόγων ἑλκομένου τοῦ κρατιστεύοντος ἀεὶ θύματος, οὐδὲ φωνήν τις ἀφῆκεν οὐχ ὅπως ἐκίνησε τὴν δεξιάν. [171] φέρετε δὴ [τοίνυν], φέρετε πατούμενα βλέποντες τὰ ἅγια καὶ πάντας ὑποθέντες αὐτοὶ τοῖς ἀνοσίοις τοὺς τῶν τολμημάτων βαθμοὺς μὴ βαρύνεσθε τὴν ὑπεροχήν: καὶ γὰρ νῦν πάντως ἂν ἐπὶ μεῖζον προύκοψαν, εἴ τι τῶν ἁγίων καταλῦσαι μεῖζον εἶχον. [172] κεκράτηται μὲν οὖν τὸ ὀχυρώτατον τῆς πόλεως: λεγέσθω γὰρ νῦν τὸ ἱερὸν ὡς ἄκρα τις φρούριον: ἔχοντες δ᾽ ἐπιτετειχισμένην τυραννίδα τοσαύτην καὶ τοὺς ἐχθροὺς ὑπὲρ κορυφὴν βλέποντες, τί βουλεύεσθε καὶ τίσι τὰς γνώμας προσθάλπετε; [173] Ῥωμαίους ἄρα περιμενεῖτε, ἵν᾽ ἡμῶν βοηθήσωσι τοῖς ἁγίοις; ἔχει μὲν οὕτως τὰ πράγματα τῇ πόλει, καὶ πρὸς τοσοῦτον ἥκομεν συμφορῶν, ἵνα ἡμᾶς ἐλεήσωσι καὶ πολέμιοι. [174] οὐκ ἐξαναστήσεσθε, τλημονέστατοι, καὶ πρὸς τὰς πληγὰς ἐπιστραφέντες, κἀπὶ τῶν θηρίων ἔστιν ἰδεῖν, τοὺς τύπτοντας ἀμυνεῖσθε; οὐκ ἀναμνήσεσθε τῶν ἰδίων ἕκαστος συμφορῶν οὐδὲ πεπόνθατε πρὸ ὀφθαλμῶν θέμενοι τὰς ψυχὰς ἐπ᾽ αὐτοὺς θήξετε πρὸς τὴν ἄμυναν; [175] ἀπόλωλεν ἄρα παρ᾽ ὑμῖν τὸ τιμιώτατον τῶν παθῶν καὶ φυσικώτατον, ἐλευθερίας ἐπιθυμία, φιλόδουλοι δὲ καὶ φιλοδέσποτοι γεγόναμεν ὥσπερ ἐκ προγόνων τὸ ὑποτάσσεσθαι παραλαβόντες. [176] ἀλλ᾽ ἐκεῖνοί γε πολλοὺς καὶ μεγάλους ὑπὲρ τῆς αὐτονομίας πολέμους διήνεγκαν καὶ οὔτε τῆς Αἰγυπτίων οὔτε τῆς Μήδων δυναστείας ἡττήθησαν ὑπὲρ τοῦ μὴ ποιεῖν τὸ κελευόμενον. [177] καὶ τί δεῖ τὰ τῶν προγόνων λέγειν; ἀλλ᾽ νῦν πρὸς Ῥωμαίους πόλεμος, ἐῶ διελέγχειν πότερον λυσιτελὴς ὢν καὶ σύμφορος τοὐναντίον, τίνα δ᾽ οὖν ἔχει πρόφασιν; [178] οὐ τὴν ἐλευθερίαν; εἶτα τοὺς τῆς οἰκουμένης δεσπότας μὴ φέροντες τῶν ὁμοφύλων τυράννων ἀνεξόμεθα; [179] καίτοι τὸ μὲν τοῖς ἔξωθεν ὑπακούειν ἀνενέγκαι τις ἂν εἰς τὴν ἅπαξ ἡττήσασαν τύχην, τὸ δὲ τοῖς οἰκείοις εἴκειν πονηροῖς ἀγεννῶν ἐστι καὶ προαιρουμένων. [180] ἐπειδὴ δὲ ἅπαξ ἐμνήσθην Ῥωμαίων, οὐκ ἀποκρύψομαι πρὸς ὑμᾶς εἰπεῖν μεταξὺ τῶν λόγων ἐμπεσὸν ἐπέστρεψε τὴν διάνοιαν, ὅτι κἂν ἁλῶμεν ὑπ᾽ ἐκείνοις, ἀπείη δὲ πεῖρα τοῦ λόγου, χαλεπώτερον οὐδὲν παθεῖν ἔχομεν ὧν ἡμᾶς διατεθείκασιν οὗτοι. [181] πῶς δὲ οὐ δακρύων ἄξιον ἐκείνων μὲν ἐν τῷ ἱερῷ καὶ ἀναθήματα βλέπειν, τῶν δὲ ὁμοφύλων τὰ σκῦλα σεσυληκότων καὶ ἀνελόντων τὴν τῆς μητροπόλεως εὐγένειαν, καὶ πεφονευμένους ἄνδρας ὧν ἀπέσχοντο ἂν κἀκεῖνοι κρατήσαντες; [182] καὶ Ῥωμαίους μὲν μηδέποτε ὑπερβῆναι τὸν ὅρον τῶν βεβήλων μηδὲ παραβῆναί τι τῶν ἱερῶν ἐθῶν, πεφρικέναι δὲ πόρρωθεν ὁρῶντας τοὺς τῶν ἁγίων περιβόλους, [183] γενηθέντας δέ τινας ἐν τῇδε τῇ χώρᾳ καὶ τραφέντας ὑπὸ τοῖς ἡμετέροις ἔθεσι καὶ Ἰουδαίους καλουμένους ἐμπεριπατεῖν μέσοις τοῖς ἁγίοις θερμὰς ἔτι τὰς χεῖρας ἐξ ὁμοφύλων ἔχοντας φόνων; [184] εἶτά τις δέδοικεν τὸν ἔξωθεν πόλεμον καὶ τοὺς ἐν συγκρίσει πολλῷ τῶν οἰκείων ἡμῖν μετριωτέρους; καὶ γὰρ ἄν, εἰ ἐτύμους δεῖ τοῖς πράγμασι τὰς κλήσεις ἐφαρμόζειν, τάχα ἂν εὕροι τις Ῥωμαίους μὲν ἡμῖν βεβαιωτὰς τῶν νόμων, πολεμίους δὲ τοὺς ἔνδον. [185] ἀλλ᾽ ὅτι μὲν ἐξώλεις οἱ ἐπίβουλοι τῆς ἐλευθερίας, καὶ πρὸς δεδράκασιν οὐκ ἄν τις ἐπινοήσειεν δίκην ἀξίαν κατ᾽ αὐτῶν, οἶμαι πάντας ἥκειν πεπεισμένους οἴκοθεν καὶ πρὸ τῶν ἐμῶν λόγων παρωξύνθαι τοῖς ἔργοις ἐπ᾽ αὐτούς, πεπόνθατε. [186] καταπλήσσονται δ᾽ ἴσως οἱ πολλοὶ τό τε πλῆθος αὐτῶν καὶ τὴν τόλμαν, ἔτι δὲ καὶ τὴν ἐκ τοῦ τόπου πλεονεξίαν. [187] ταῦτα δ᾽ ὥσπερ συνέστη διὰ τὴν ὑμετέραν ἀμέλειαν, καὶ νῦν αὐξηθήσεται πλέον ὑπερθεμένων: καὶ γὰρ τὸ πλῆθος αὐτοῖς ἐπιτρέφεται καθ᾽ ἡμέραν παντὸς πονηροῦ πρὸς τοὺς ὁμοίους αὐτομολοῦντος, [188] καὶ τὴν τόλμαν ἐξάπτει μέχρι νῦν μηδὲν ἐμπόδιον, τῷ τε τόπῳ καθύπερθεν ὄντες χρήσαιντο καὶ μετὰ παρασκευῆς, ἂν ἡμεῖς χρόνον δῶμεν. [189] πιστεύσατε δὲ ὡς, ἐὰν προσβαίνωμεν ἐπ᾽ αὐτούς, ἔσονται τῇ συνειδήσει ταπεινότεροι, καὶ τὸ πλεονέκτημα τοῦ ὕψους λογισμὸς ἀπολεῖ. [190] τάχα τὸ θεῖον ὑβρισμένον ἀναστρέψει κατ᾽ αὐτῶν τὰ βαλλόμενα, καὶ τοῖς σφετέροις διαφθαρήσονται βέλεσιν οἱ δυσσεβεῖς. μόνον ὀφθῶμεν αὐτοῖς, καὶ καταλέλυνται. [191] καλὸν δέ, κἂν προσῇ τις κίνδυνος, ἀποθνήσκειν πρὸς τοῖς ἱεροῖς πυλῶσι καὶ τὴν ψυχὴν εἰ καὶ μὴ πρὸ παίδων γυναικῶν, ἀλλ᾽ ὑπὲρ τοῦ θεοῦ καὶ τῶν ἁγίων προέσθαι. [192] προστήσομαι δ᾽ ἐγὼ γνώμῃ τε καὶ χειρί, καὶ οὔτε ἐπίνοιά τις ὑμῖν λείψει πρὸς ἀσφάλειαν ἐξ ἡμῶν οὔτε τοῦ σώματος ὄψεσθε φειδόμενον.”

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: