This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[336]
Κατ᾽ ἐκείνην μὲν οὖν τὴν ἡμέραν τὸ φανερὸν πλῆθος
ἀνεῖλον οἱ Ῥωμαῖοι, ταῖς δ᾽ ἐπιούσαις ἀνερευνώμενοι τὰς καταδύσεις
τοὺς ἐν τοῖς ὑπονόμοις καὶ τοῖς σπηλαίοις ἐπεξῄεσαν καὶ
διὰ πάσης ἐχώρουν ἡλικίας πλὴν νηπίων καὶ γυναικῶν.
[337]
καὶ τὰ μὲν
αἰχμάλωτα χίλια πρὸς τοῖς διακοσίοις συνήχθη, νεκροὶ δὲ κατὰ
τὴν ἅλωσιν καὶ τὰς πρότερον μάχας συνηριθμήθησαν τετρακισμύριοι.
[338]
Οὐεσπασιανὸς δὲ τήν τε πόλιν κατασκάψαι κελεύει καὶ τὰ
φρούρια πάντα προσεμπίπρησιν αὐτῆς.
[339]
Ἰωτάπατα μὲν οὖν οὕτως
ἑάλω τρεισκαιδεκάτῳ τῆς Νέρωνος ἡγεμονίας ἔτει Πανέμου νουμηνίᾳ.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.