This text is part of:
Search the Perseus Catalog for:
View text chunked by:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[332]
Ὅσοι γε μὴν ὑπὸ πρώτην τῆς καταλήψεως αἴσθησιν τῶν
φυλάκων διαφυγεῖν ἔφθασαν ἀναβάντες εἴς τινα τῶν προσαρκτίων
πύργων μέχρι μέν τινος ἀπημύναντο, περισχεθέντες δὲ πλήθει τῶν
πολεμίων ὀψὲ παρεῖσαν τὰς δεξιὰς καὶ τοῖς ἐφεστῶσιν τὴν σφαγὴν
εὔθυμοι παρέσχον.
[333]
ἀναίμακτον δ᾽ ἂν ἦν αὐχῆσαι Ῥωμαίοις τὸ
τέλος τῆς πολιορκίας, εἰ μὴ κατὰ τὴν ἅλωσιν εἷς ἔπεσέν τις: ἑκατοντάρχης
ἦν Ἀντώνιος, θνήσκει δ᾽ ἐξ ἐνέδρας.
[334]
τῶν γὰρ εἰς τὰ
σπήλαιά τις συμπεφευγότων, πολλοὶ δ᾽ οὗτοι πλῆθος ἦσαν, ἱκετεύει
τὸν Ἀντώνιον ὀρέξαι δεξιὰν αὐτῷ πίστιν τε σωτηρίας καὶ βοήθειαν
πρὸς ἄνοδον:
[335]
ὁ δ᾽ ἀφυλάκτως ὤρεγε τὴν χεῖρα, καὶ φθάσας
αὐτὸν ἐκεῖνος νύττει κάτωθεν ὑπὸ τὸν βουβῶνα δόρατι καὶ παραχρῆμα
διεργάζεται.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.